Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΜΖ'. Περί νοητοῦ παραδείσου τηλαυγῆς θεωρία· καί περί τοῦ ἐν αὐτῷ ξύλου ζωῆς.
Προηγούμενο: ΜΕ'. Περί θεολογίας ἀκριβεστάτης· καί ὅτι ὁ μή ὁρῶν τό φῶς τῆς τοῦ Θεοῦ δόξης χείρων τυγχάνει τυφλῶν.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΜΣΤ'. Ἐξομολόγησις εὐχῇ συνημμένη· καί περί συναφείας Πνεύματος Ἁγίου καί ἀπαθείας.

  
Ἐμάκρυνα, φιλάνθρωπε, ηὐλίσθην ἐν ἐρήμῳ
καί ἀπεκρύβην ἀπό σοῦ, τοῦ γλυκέος Δεσπότου·
ὑπό τήν νύκτα γεγονώς τῆς τοῦ βίου μερίμνης
πολλά ἐκεῖθεν δήγματα καί τραύματα ὑπέστην,
πολλάς πληγάς ἐπανελθών φέρω ἐν τῇ ψυχῇ μου
καί κράζω ἐν ὀδύνῃ μου καί πόνῳ τῆς καρδίας· 
Ἐλέησον, οἰκτείρησον ἐμέ τόν παραβάτην!
Ὦ ἰατρέ φιλόψυχε καί φιλοικτίρμον μόνε,
ὁ δωρεάν τούς ἀσθενεῖς καί τετραυματισμένους
ἰώμενος, ἰάτρευσον μώλωπας, τραύματά μου.
Στάλαξόν σου τό ἔλαιον τῆς χάριτος, Θεέ μου,
καί τάς πληγάς μου ἄλειψον, ἐξάλειψον τά ἕλκη, 
συνούλωσον καί σύσφιγξον τά παραλελυμένα
μέλη μου καί ἀφάνισον τάς οὐλάς πάσας, Σῶτερ,
καί τέλεον ὑγίωσον ὅλον με ὡς τό πρῴην,
ὅτε οὐκ ἦν μοι μολυσμός, ὅτε οὐκ ἦν μοι μώλωψ,
οὐδέ πληγή φλεγμαίνουσα, οὐ κηλίς, ὦ Θεέ μου,
ἀλλά γαλήνη καί χαρά, εἰρήνη καί πρᾳότης,
ἁγία τε ταπείνωσις καί ἡ μακροθυμία,
ὑπομονῆς ὁ φωτισμός καί τῶν καλλίστων ἔργων· 
ὑπομονή καί δύναμις ἀήττητος εἰς ἅπαν. 
Ἐξ οὗ πολλή παράκλησις δακρύων καθ’ ἑκάστην, 
ἐξ οὗ ἡ ἀγαλλίασις ἐν τῇ ἐμῇ καρδίᾳ,
ὥσπερ πηγή ἀνέβρυεν, ἔρρεεν ἀενάως
καί ῥεῖθρον ἦν μελισταγές, εὐφροσύνης τε πόμα,
διηνεκῶς στρεφόμενον ἐν στόματι νοός μου.
Ὅθεν ὑγιεία ἅπασα, ὅθεν ἡ καθαρότης,
ὅθεν ἡ ῥύψις τῶν παθῶν καί λογισμῶν ματαίων,
ὅθεν ἡ ἀστραπήμορφος ἀπάθεια συνῆν μοι
καί συνεγίνετο ἀεί - πνευματικῶς μοι νόει
ὁ ταῦτα διερχόμενος, μή μολυνθῇς ἀθλίως - 
ἄφατον ἐμποιοῦσά μοι ἡδονήν συνουσίας
καί γάμου πόθον ἄπειρον, ἑνώσεως ἐνθέου,
ἐξ ἧς κἀγώ μεταλαβών ἀπαθής ἐγενόμην, 
ἐκπυρωθείς τῇ ἡδονῇ, φλεχθείς αὐτῆς τῷ πόθῳ
καί τοῦ φωτός μετέσχηκα, ναί, καί φῶς ἐγενόμην,
πάθους παντός ἀνώτερος, ἐκτός κακίας πάσης.
Οὐ γάρ προσψαύει τῷ φωτί τῆς ἀπαθείας πάθος
ὡς οὐδ’ ἡλίῳ ἡ σκιά ἤ τῆς νυκτός τό σκότος.
Τοιοῦτος οὖν γενόμενος, τοιοῦτός τε ὑπάρχων
ὑπεχαυνώθην, Δέσποτα, ὡς ἐμαυτόν θαρρήσας,
μερίμνῃ ὑπεσύρην τε τῶν αἰσθητῶν πραγμάτων,
φροντίδι τε βιωτικῶν κατέπεσα, ὁ τάλας,
καί ψυχρανθείς ὡς σίδηρος μελανός ἐγενόμην
καί ἐγχρονίσας κείμενος ἰόν προσελαβόμην.
Καί διά τοῦτό σοι βοῶ πάλιν καθαρισθῆναι
αἰτούμενος, φιλάνθρωπε, καί εἰς τό πρῴην κάλλος
ἀνενεχθῆναι καί τοῦ σοῦ φωτός καταπολαῦσαι
νῦν τε καί ἀεί καί εἰς πάντας τούς αἰῶνας,
ἀμήν. 



Ἑπόμενο: ΜΖ'. Περί νοητοῦ παραδείσου τηλαυγῆς θεωρία· καί περί τοῦ ἐν αὐτῷ ξύλου ζωῆς.
Προηγούμενο: ΜΕ'. Περί θεολογίας ἀκριβεστάτης· καί ὅτι ὁ μή ὁρῶν τό φῶς τῆς τοῦ Θεοῦ δόξης χείρων τυγχάνει τυφλῶν.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος