Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΜΘ'. Ὅτι ἔστιν ὅτε καί διά τῆς εἰς τόν πλησίον ἐπιμελείας καί διορθώσεως συγκατασπᾶσθαι τόν διδάσκαλον εἰς τήν ἑνοῦσαν ἐκείνῳ τοῦ πάθους ἀσθένειαν.
Προηγούμενο: ΜΖ'. Περί νοητοῦ παραδείσου τηλαυγῆς θεωρία· καί περί τοῦ ἐν αὐτῷ ξύλου ζωῆς.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΜΗ'. Ὅτι δόξα καί τιμή ἐστι παντί ἀνθρώπῳ ὑβριζομένῳ καί πάσχοντι κακῶς διά Θεοῦ ἐντολήν ἡ ὑπέρ αὐτῆς τῆς ἐντολῆς τοῦ Θεοῦ ἀτιμία· καί διάλογος πρός τήν ἰδίαν ψυχήν, διδάσκων τόν ἀκένωτον πλοῦτον τοῦ Πνεύματος.

  
Δός μοι τήν αἴσθησιν, Χριστέ, ἥν ἅπαξ ἐδωρήσω,
σκέπασον ταύτῃ με, Σωτήρ, κρύψον ἐντός με ὅλον
καί μή ἐάσῃς αἴσθησιν ἐγγίζειν μοι τοῦ κόσμου,
μή ἔνδοθεν εἰσέρχεσθαι, μή ὅλως με τριτρώσκειν,
τόν δοῦλόν σου τόν ταπεινόν, ὅν ἠλέησας μόνος.
Τῇ γάρ μερίμνῃ τῇ καλῇ αἴφνης ἐπεισπεσοῦσα
ἡ αἴσθησις ἡ κοσμική κακάς ἐπιθυμίας 
εὐθέως ἐνεποίησε ψυχῇ μου τῇ ἀθλίᾳ· 
δόξαν γάρ ὑποδείκνυσι, πλούτου ὑπομιμνῄσκει,
τοῖς βασιλεῦσί τε τῆς γῆς ἐγγίζειν ἐποτρύνει
ὡς εὐτυχίαν λέγουσα εἶναι τοῦτο  μεγάλην.
Ἐκ τούτων οὖν τῶν λογισμῶν, ὥσπερ ὑπό ἀνέμου
ἀσκός ὀγκοῦται καί τό πῦρ ἀνάπτεται εἰς φλόγα, 
οὕτως ἐκείνη ἡ ψυχή φυσωμένη ὀγκοῦται
καί διατείνεται σφοδρῶς ἐπιθυμίᾳ δόξης, 
πλούτου τε καί ἀνέσεως τῶν κάτω συρομένων,
ἐφίεται δοξάζεσθαι σύν τοῖς δοξασμένοις,
περιφανής τε φαίνεσθαι σύν τοῖς περιφανέσι
καί πλοῦτον κτᾶσθαι σύν αὐτοῖς τοῖς τόν πλοῦτον 
κτωμένοις,
ἥνπερ ἐδόξασας αὐτός φωτί σου τῷ ἀρρήτῳ,
ἥνπερ αὐτός ἐστόλισας δόξῃ σου τῇ ἀφράστῳ,
ἥνπερ αὐτός παρέδειξας λαμπρότητά σου θείαν.
Ἡ αἴσθησις αἰχμάλωτον τόν νοῦν αὐτῆς λαβοῦσα
ὑποδεικνύει βασιλεῖς, ὑπομιμνῄσκει δόξης
καί πλοῦτον ὑποδείκνυσι τόν τοῦ παρόντος βίου,
ὀργᾶν πρός ταῦτά τε ποιεῖ τῇ ἐνθυμήσει μόνῃ.
Ὤ σκότους, ὤ πωρώσεως, ὤ λογισμῶν ματαίων,
προθέσεώς τε ῥυπαρᾶς καί ἀναισθήτου γνώμης, 
ὅτι λιπών τά ἄρρητα καί ἄφθαρτα τοῦ βλέπειν
τά ἐπί γῆς λογίζομαι καί ταῦτα ἐνθυμοῦμαι!
Οὐ τελευτήσει βασιλεύς; Οὐχί παρέλθει δόξα; 
Οὐ πλοῦτος σκορπισθήσεται ὥσπερ χνοῦς ὑπ’ ἀνέμου; 
Οὐχί διαφθαρήσεται τά σώματα ἐν τάφοις
καί ἄλλοι κυριεύσουσι τῶν ἐν τῇ γῇ χρημάτων
καί μετ’ ἐκείνους ἕτεροι καί ἀπ’ἐκείνων ἄλλοι; 
Καί τίνος, λέγε μοι, ψυχή, ὀ πλοῦτος ἐγεγόνει,
τίς δέ ἐν κόσμῳ ἴσχυσε μικρόν κερδῆσαι πρᾶγμα,
ἵν’ ὥσπερ ζῶν τε καί θανῶν μετ’ αὐτοῦ τοῦτο λάβῃ; 
Πάντως οὐδένα οὐδαμῶς δεῖξαί μοι εὐπορήσεις,
εἰ μή τούς ἐλεήμονας, τούς μηδέν κτησαμένους,
ἀλλά τά πάντα ἐν χερσί τῶν πενήτων διδόντας.
Ἐκεῖνοι γάρ καί ἔχουσιν ἀσφαλῶς τά δοθέντα,
ἀφ’ οὗπερ καί δεδωκάσιν εἰς χεῖρας τοῦ Δεσπότου· 
οἱ δ’ ἄλλοι πάντες ὡς πτωχοί καί πτωχῶν πάντων χείρους
ὑπάρχουσιν, οἱ ἔχοντες ἀποκείμενον πλοῦτον· 
γυμνοί γάρ ὥσπερ πτώματα ῥίπτονται ἐν τοῖς τάφοις
καί τῶν παρόντων ἄθλιοι καί τῶν μελλόντων ξένοι.
Τί οὖν, ψυχή μου, ἐν αὐτοῖς καλόν ὁρῶσα τέρπῃ; 
Ποῖον δέ τούτων ἄξιον κρίνεις ἐπιθυμεῖσθαι; 
Πάντως οὐκ ἔχεις τί εἰπεῖν, πάντως οὐκ ἀποκρίνῃ.
Οὐαί τοῖς πλοῦτον ἔχουσιν ἐκτεθησαυρισμένον,
οὐαί τοῖς δόξαν θέλουσι λαμβάνειν ἐξ ἀνθρώπων,
οὐαί τοῖς παρενείρουσιν ἑαυτούς τοῖς πλουσίοις
καί μή τήν δόξαν τοῦ Θεοῦ καί τόν ἐκείνου πλοῦτον
καί τό συνεῖναι μετ’ αὐτοῦ μόνον ἐπιθυμοῦσιν,
ὅτι ὁ κόσμος μάταιος, τά δ’ ἐν τῷ κόσμῳ πάντα
ματαιοτήτων ἔσονται, τά πάντα ματαιότης.
Διό καί παρελεύσονται, Θεός δέ ἔσται μόνος
αἰώνιος καί ἄφθαρτος εἰς ἀεί διαμένων,
καί σύν αὐτῷ δέ ἔσονται οἱ νῦν αὐτόν ζητοῦντες,
οἱ μόνον ἀγαπήσαντες ἐκεῖνον ἀντί πάντων.
Οὐαί δέ τότε τοῖς νυνί τόν κόσμον ἀγαπῶσιν,
ὅτι κατακριθήσονται ἐν αὐτῷ εἰς αἰῶνας.
Οὐαί, ψυχή, τοῖς θέλουσι τήν δόξαν τῶν ἀνθρώπων,
ὅτι τῆς δόξης τοῦ Θεοῦ ἀποστεροῦνται.
Οὐαί, ψυχή, τοῖς ἔχουσι τόν πλοῦτον συνηγμένον,
ὅτι ἐπιθυμήσουσιν ἐκεῖ τυχεῖν ῥανίδος.
Οὐαί, ψυχή, τοῖς ἔχουσιν ἐπ’ ἄνθρωπον ἐλπίδα,
ὅτι αὐτός τεθνήξεται καί σύν αὐτῷ ἐλπίδες,
καί τότε εὑρεθήσονται μή ἔχοντες ἐλπίδα. 
Οὐαί, ψυχή, τοῖς ἔχουσιν ἀνάπαυσιν ἐνταῦθα,
ὅτι ἐκεῖθεν ἕξουσιν αἰώνιον τήν θλῖψιν.
Εἰπέ, ψυχή  μου, τί λυπῇ, τί ζητεῖς τῶν ἐν βίῳ,
εἰπέ μοι, καί διδάξω σε ἑνός ἑκάστου χρείαν
καί μάθε καί διδάχθητι τό καλόν ἐν ἑκάστῳ.
Θέλεις, εἰπέ, δοξάζεσθαι, θέλεις καί ἐπαινεῖσθαι;
Ἄκουσον τοίνυν, τί τιμή, τί δέ καί ἀτιμία· 
τιμή τό πάντας μέν τιμᾶν, τόν Θεόν δέ πρό πάντων
καί τάς ἐκείνου ἐντολάς ἐπικτᾶσθαι ὡς πλοῦτον, 
ὑβρίζεσθαί τε δι’ αὐτάς, δι’ αὐτάς λοιδορεῖσθαι
καί δι’ αὐτάς ὀνειδισμούς ὑποφέρειν παντοίους.
Ὅταν γάρ πράγματί τινι, ψυχή, ἐπιχειρήσῃς,
ἵνα τιμήσῃς τόν Θεόν, ἵνα αὐτόν δοξάσῃς
καί διά τοῦτο ὑβρισθῇς καί ἐξουδενωθήσῃ,
τότε τιμῆς ἐπέτυχε καί δόξης τῆς ἑστώσης,
ὅτι ἡ δόξα τοῦ Θεοῦ ἐπί σε πάντως ἥξει.
Τότε σε καί οἱ ἄγγελοι ἐπαινέσουσι πάντες,
ὅτι ἐτίμησας Θεόν, ὅν ὑμνοῦσιν ἐκεῖνοι.
Θέλεις, ψυχή μου, κτήσασθαι ἱματισμόν καί πλοῦτον; 
Ἄκουσον, ἄρτι δείξω σοι τόν αἰώνιον πλοῦτον· 
δάκρυσον, μετανόησον, καταφρόνησον πάντων,
γενοῦ πτωχή τῷ πνεύματι, γενοῦ καί τῇ καρδίᾳ,
γενοῦ ἀκτήμων χρήμασι, γενοῦ τοῦ κόσμου ξένη,
γενοῦ τῶν θελημάτων σου ἐχθρά τῶν ἐναντίων
καί μόνου τοῦ θελήματος γενοῦ τοῦ σοῦ Δεσπότου
καί ἀκολούθησον αὐτοῦ τοῖς ἴχνεσιν εὐτόνως.
Καί τότε σχολαιότερον βαδίσας ὁ Δεσπότης
θέλων καταληφθήσεται ὑπό σοῦ τῆς ἀθλίας· 
αὐτόν δ’ ἰδοῦσα βόησον καί κραύγασον μεγάλως,
αὐτός δ’ ἐπιστραφήσεται ὄμματι τῷ ἱλέῳ
καί βλέψει καί παράσχει σοι μικρόν αὐτόν ἰδέσθαι
καί πάλιν καταλείψει σε κρυβείς ἐξ ὀφθαλμῶν σου.
Τότε θρηνήσεις, τάλαινα, τότε κλαύσεις ἐμπόνως,
τότε αἰτήσεις θάνατον μή φέρουσα τόν πόνον, 
μή στέγουσα τόν χωρισμόν τοῦ γλυκέος Δεσπότου.
Αὐτός ἐξαποροῦσαν δέ ὁ ἀγαθός ἰδών σε
καί σφοδρῶς ἐπιμένουσαν τῷ κλαυθμῷ καί τῇ λύπῃ
πάλιν αἴφνης φανήσεται, πάλιν σε καταυγάσει,
πάλιν καθυποδείξει σοι τόν ἀκένωτον πλοῦτον,
τήν δόξαν τήν ἀμάραντον τοῦ πατρικοῦ προσώπου,
καί εὐφρανεῖ σε ὡς τόν πρίν καί χαρᾶς σε ἐμπλήσει
καί οὕτω καταλείψει σε τῆς χαρᾶς πεπλησμένην.
Κατά μικρόν δέ ἡ χαρά τοῖς ἐκ τοῦ κόσμου λόγοις
καί λογισμοῖς ἐκλείψει σε καί προσέσται σοι λύπη,
καί οὕτω πάλιν ὡς τό πρίν ἔσῃ σφοδρῶς θρηνοῦσα
καί κοκυτῷ κραυγάζουσα κἀκεῖνον ἐκζητοῦσα, 
τόν εὐφροσύνην πάροχον, τόν τῆς χαρᾶς δοτῆρα,
τόν πλοῦτον τόν ἱστάμενον καί ἀεί ὄντως ὄντα.
Οὕτω σου τήν προαίρεσιν δοκιμάζοντος βλέπε,
μή ἀποκάμῃς, ὦ ψυχή, μή στραφῇς εἰς τοὐπίσω,
μή εἴπῃς· Μέχρι πότε μοι ἄληπτος οὕτως ἔσται;
Μή εἴπῃς· Τί φαινόμενος εὐθύς κρύπτετααι πάλιν
καί ἕως πότε κόπους μοι οὐκ ἐλεεῖ παρέχειν; 
Μή εἴπῃς· Πῶς δέ δύναμαι κοπιᾶν μέχρι τέλους; 
καί κατοκνήσῃς, ὦ ψυχή, ἐκζητεῖν τόν Δεσπότην,
ἀλλ’ ὡς πρός θάνατον σαυτήν ἅπαξ, ψυχή, ἐκδοῦσα
μή ψηλαφήσῃς ἄνεσιν, μή ἐκζητήσῃς δόξαν, 
μηδέ τρυφήν τοῦ σώματος, μή συγγενῶν φιλίαν,
μή περιβλέψῃ δεξιᾷ, μή εὐωνύμᾳ ὅλως,
ἀλλ’ ὡς ἐνήρξω, μᾶλλον δέ θερμοτέρως δραμοῦσα
σπεῦσον ἀεί καταλαβεῖν, δράξασθαι τοῦ Δεσπότου.
Κἄν μυριάκις ἄφαντος, τοσαυτάκις φανής σοι
γένηται, καί ὁ ἄληπτος οὕτως ἔσται ληπτός σοι,
μυριοντάκις, μᾶλλον δέ ἕως πνέεις ὅλως,
προθυμοτέρως ζήτησον καί πρός ἐκεῖνον δράμε.
Καί γάρ οὐ καταλείψει σε, οὐκ ἐπιλήσεταί σου,
κατά μικρόν δέ μάλιστα ἐπί πλεῖον φανεῖται
καί συχνοτέρως σοι, ψυχή, συνέσται ὁ Δεσπότης
καί καθαρθεῖσαν τέλεον τοῦ φωτός τῇ ἐλλάμψει
ὅλος αὐτός ἐλεύσεται, αὐτός ἐγκατοικήσει,
αὐτός καί ἔσται μετά σοῦ ὁ τόν κόσμον ποιήσας,
καί πλοῦτον ἕξεις ἀληθῆ ὅν ὁ κόσμος οὐκ ἔχει,
ἀλλ’ οὐρανός καί οἱ ἐκεῖ ἐναπογεγραμμένοι.
Εἰ οὕτω σοι γενήσεται, εἰπέ, τί πλέον θέλεις; 
Εἰπέ, ψυχή ἀχάριστε, εἰπέ, ψυχή ἀγνῶμον,
εἰπέ, ψυχή μου ταπεινή, τί τούτων μεῖζον ἔστιν
ἐν οὐρανοῖς εἴτ’ ἐν τῇ γῇ, ἵν’ ἐκεῖνο ζητήσῃς;
Τοῦ οὐρανοῦ ὁ ποιητής καί τῆς γῆς ὁ Δεσπότης
καί πάντων τῶν ἐν οὐρανῷ καί πάντων τῶν ἐκ κόσμῳ
κτίστης, κριτής καί βασιλεύς αὐτός ὑπάρχων μόνος
ἐν σοί ὑπάρχει κατοικῶν, ὅλος δεικνύμενός σοι,
ὅλος ἐλλάμπων σε φωτί καί κάλλος ὑποφαίνων
τό τοῦ προσώπου, καί αὐτόν ἐκτυπώτερον βλέπειν
καί παρέχων σοι καί κοινωνόν δόξης σε τῆς ἰδίας
ἀπεργαζόμενος. Εἰπέ, τί τούτου μεῖζον ἄλλο; 
Πάντως οὐδέν μοί προσερεῖς. Ἐγώ δέ πάλιν λέγω· 
Τοιαύτης δόξης, ὦ ψυχή, σύ καταξιωθεῖσα
τί ἔτι κέχηνας πρός γῆν, τί δέ θέλγῃ τοῖς ὧδε,
τί τοῖς φθαρτοῖς προστέτηκας τά ἄφθαρτα λαβοῦσα,
τί τοῖς παροῦσι πρόσκεισαι τά μέλλοντα εὑροῦσα;
Ἐκεῖνα σπούδασον, ψυχή, διηνεκῶς κεκτῆσθαι,
ἐκείνοις ὅλην σεαυτήν προσκόλλησον, ψυχή μου,
ἵνα καί μετά θάνατον ἐν αὐτοῖς εὑρεθήσῃ
τοῖς αἰωνίοις ἀγαθοῖς, οἷς ἐντεῦθεν ἐκτήσω,
καί σύν αὐτοῖς τῷ ποιητῇ παραστῇς καί Δεσπότῃ
εὐφραινομένη σύν αὐτῷ εἰς αἰῶνας αἰώνων,
ἀμήν.



Ἑπόμενο: ΜΘ'. Ὅτι ἔστιν ὅτε καί διά τῆς εἰς τόν πλησίον ἐπιμελείας καί διορθώσεως συγκατασπᾶσθαι τόν διδάσκαλον εἰς τήν ἑνοῦσαν ἐκείνῳ τοῦ πάθους ἀσθένειαν.
Προηγούμενο: ΜΖ'. Περί νοητοῦ παραδείσου τηλαυγῆς θεωρία· καί περί τοῦ ἐν αὐτῷ ξύλου ζωῆς.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος