Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Ν'. Περί θεωρίας Θεοῦ καί θείων πραγμάτων καί Ἁγίου Πνεύματος παραδόξου ἐνεργείας· καί περί τῶν ἰδίων τῆς Ἁγίας καί ὁμοουσίου Τριάδος· καί ὅτι ὁ μή φθάσας εἰσελθεῖν εἰς τήν βασιλείαν τῶν οὐρανῶν οὐδέν ὠφεληθήσεται, κἄν ἐκτός γένηται τῶν τοῦ ᾅδυο κολάσεων.
Προηγούμενο: ΜΗ'. Ὅτι δόξα καί τιμή ἐστι παντί ἀνθρώπῳ ὑβριζομένῳ καί πάσχοντι κακῶς διά Θεοῦ ἐντολήν ἡ ὑπέρ αὐτῆς τῆς ἐντολῆς τοῦ Θεοῦ ἀτιμία· καί διάλογος πρός τήν ἰδίαν ψυχήν, διδάσκων τόν ἀκένωτον πλοῦτον τοῦ Πνεύματος.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΜΘ'. Ὅτι ἔστιν ὅτε καί διά τῆς εἰς τόν πλησίον ἐπιμελείας καί διορθώσεως συγκατασπᾶσθαι τόν διδάσκαλον εἰς τήν ἑνοῦσαν ἐκείνῳ τοῦ πάθους ἀσθένειαν.

 
Ἐλέησόν με, Κύριε, ἐλέησόν με, μόνε,
ὁ ἐκ νηπίας με, Σωτήρ, σκεπάσας ἡλικίας,
ὁ πάμπολλά μοι πταίσαντι, ἐν ἐπιγνώσει ὄντι,
οἰκείᾳ ἀγαθότητα ἅπαντα συμπαθήσας,
ὁ κόσμου με ῥυσάμενος τοῦ δεινοῦ καί ματαίου
καί συγγενῶν καί φίλων τε καί ἡδονῶν ἀτόπων
κἀνταῦθα ἀξιώσας με ὠς ἐν ὄρει καθίσαι
καί δείξας μοι τήν δόξαν σου τήν θαυμαστήν, Θεέ μου,
καί Πνεύματος ἐμπλήσας με τοῦ Θείου σου, Χριστέ μου,
καί φωτισμοῦ πνευματικοῦ ὅλον με ἐμφορήσας.
Αὐτός ἀμεταμέλητον τήν χάριν σου, Θεέ μου,
παράσχου μοι τῷ δούλῳ σου εἰς τέλος ὁλοκλήρως.
Μή ἀντανέλῃς, Δέσποτα, μή ἀποστρέψῃς, κτίστα,
μηδέ παρίδῃς ἅπαξ με πρό προσώπου σου στήσας
καί κατατάξας ἐν τοῖς σοῖς δούλοις με καί σφραγίσας
σφραγίδι σου τῆς χάριτος σόν με ἐπονομάσας.
Μή πάλιν ἀπορρίψῃς με, μή πάλιν ἀποκρύψῃς
τό φῶς τό τοῦ προσώπου σου, κἀμέ καλύψῃ σκότος
καί καταπίῃ ἄβυσσος καί σύσχῃ οὐρανός με,
ὅν ὑπεράνωθεν αὐτοῦ ἀνήγαγες, Σωτήρ μου,
καί σύν ἀγγέλοις, μᾶλλον δέ σύν σοί τῷ πάντων κτίστῃ
συνεῖναι κατηξίωσας καί συναγάλλεσθαί σοι 
καί βλέπειν τήν ἀσύγκριτον τοῦ σοῦ προσώπου δόξαν 
τοῦ ἀπροσίτου τε φωτός εἰς κόρον ἀπολαύειν
καί χαίρειν καί εὐφραίνεσθαι ἄρρητον εὐφροσύνην
τῇ συνουσίᾳ, Δέσποτα, τῆς σῆς ἀφράστου αἴγλης.
Κατατρυφῶν δέ τοῦ φωτός ἐκείνου τοῦ ἀρρήτου
ἐσκίρτων, ἔχαιρον σύν σοί τῷ ποιητῇ καί πλάστῃ,
ἀμήχανον κατανοῶν κάλλος τοῦ σοῦ προσώπου.
Ἐπεί δέ πάλιν πρός τήν γῆν κατήγαγον τόν νοῦν μου,
πεφωτισμένος ὤν ἐν σοί, οὐκ ἔβλεπον τόν κόσμον
οὐδέ τά ὄντα πράγματα, Δέσποτα, ἐν τῷ κόσμῳ,
ἀλλ’ ὑπεράνω τῶν παθῶν καί μεριμνῶν ὑπῆρχον
καί πράγματι στροβούμενος καί τά κακά ἐλέγχων.
Οὐκ ἐκοινώνουν μέν τό πρίν κακίαις ἀνθρωπίναις· 
ὡς δ’ ἐγχρονίσας ἐν αὐτοῖς τά ἄλλων προεθέμην
καί φιλονείκοις, Δέσποτα, συναπήχθην ἀνδράσιν,
ἐλπίδι διορθώσεως μετέσχον τῆς κακίας
καί σκότους, οἴμοι, τῶν παθῶν μετέλαβον ἀφρόνως
καί κρατηθείς ὑπό θηρῶν ἀγρίων κινδυνεύω.
Ἄλλους ἐκσπᾶσαι θέλων γάρ λύμης γε τῆς ἐκείνων
αὐτός πρῶτος κατάβρωμα γέγονα τοῖς θηρίοις.
Ἀλλά προφθάσας οἴκτειρον, ἀλλά ταχύνας ῥῦσαι
τόν διά σέ, φιλάνθρωπε, ἐν τούτοις ἐμπεσόντα.
Κατά τήν σήν γάρ ἐντολήν τέθεικα, ἐλεῆμον,
ψυχήν τήν παναθλίαν μου ὑπέρ τῶν ἀδελφῶν μου· 
εἰ οὖν ἐτρώθην, δύνασαι ἰάσασθαί με, Σῶτερ,
εἰ ἐκρατήθην παρ’ ἐχθρῶν αἰχμάλωτος ὁ τάλας,
ἀλλά αὐτός ὡς δυνατόν καί ἰσχυρός εἰς ἅπαν
ἰσχύεις ἐκλυτρώσασθαι θελήματί σου μόνῳ· 
εἰ καί θηρίων στόμασι καί χερσί κατελήφθην,
ἀλλά φανέντος θνήξονται εὐθύς, ἐγώ δέ ζήσω.
Ναί, ὁ πολύς ἐν οἰκτιρμοῖς, ἄφατος ἐν ἐλέει,
ἐλέησον, οἰκτείρησον ἐμέ τόν πεπτωκότα.
Κατῆλθον ἐν τῷ φρέατι ῥύσασθαι τόν πλησίον
καί συγκατέπεσα κἀγώ, δικαιοκρίτα Σῶτερ· 
μή με ἐάσῃς κείμενον εἰς τέλος ἐν τῷ βόθρῳ.
Ναί, οἶδα ὡς προσέταξας, πανοικτίρμον Θεέ  μου,
ὅτι χρή πάντως ῥύεσθαι τόν ἀδελφόν θανάτου
καί ἁμαρτίας δήγματος, ἀλλ’ οὐ δι’ ἁμαρτίας
συναπολέσθαι  μετ’ αὐτοῦ· ὅ πέπονθα ὁ τάλας
καί ῥᾳθυμήσας πέπτωκα ἐμαυτῷ γε θαρρήσας·
ἀλλά κἀκεῖνον ῥύεσθαι καί ἐμαυτόν ὡσαύτως,
εἰ δέ μή, μένειν ἄνωθεν καί θρηνεῖν τόν πεσόντα
καί φεύγειν, ὅση δύναμις, τό πεσεῖν σύν ἐκείνῳ.
Ἀλλ’ οὖν καί νῦν ἀνάστησον, ἀνάγαγε τοῦ χάους
καί στῆσον ἐπί πέτραν με, Χριστέ, τῶν ἐντολῶν σου
καί δεῖξον πάλιν μοι τό φῶς, ὅ οὐ χωρεῖ ὁ κόσμος,
ἀλλ’ ἔξω κόσμου καί φωτός ὁρατοῦ καί ἀέρος
τοῦ αἰσθητοῦ καί οὐρανοῦ αἰσθητῶν τε ἁπάντων
ἀποτελεῖ γε τόν αὐτό, Σῶτέρ μου, καθορῶντα· 
εἴτε χωρίς τοῦ σώματος, εἴτε σύν τούτῳ ὅλως,
μή ἐπιστάμενος, Θεέ, κατά τήν τότε ὥραν,
δοκῶ δέ, ὥσπερ ἄϋλος φωστήρ ὑπάρχων τότε
τῷ κάλλει τε τοῦ νοητοῦ λαμπόμενος ἡλίου,
τό ἑαυτοῦ οὐ καθορᾶν ἰσχύει φῶς αἰσθήσει,
ἐκεῖνον μόνον δέ ὁρᾷ τόν ἄδυτον φωστῆρα
ἀμήχανον κατανοῶν κάλλος αὐτοῦ τῆς δόξης,
καί ἐκπληττόμενος σφοδρῶς καταμαθεῖν οὐκ ἔχει,
οὔτε κατανοήσασθαι τόν θεωρίας τρόπον,
τό πῶς ἤ ποῦ ὁ πανταχοῦ ἀνερμηνεύτως πέλων
ὁρᾶται, περιγράφεται, θέλων ἐν τοῖς ἁγίοις. 
Τοῦτο δέ ἴσμεν ἅπαντες τῶν τοιούτων οἱ μύσται,
ὅτι τοῦ κόσμου ἔξωθεν τότε ἐν ἀληθείᾳ
γινόμεθα καί μένομεν, ἄχρις αὐτό ὁρῶμεν,
καί πάλιν εὑρισκόμεθα ἐν σώματι καί κόσμῳ.
Μεμνημένοι δέ τῆς χαρᾶς καί τοῦ φωτός ἐκείνου
καί τῆς γλυκείας ἡδονῆς θρηνοῦμεν καί πενθοῦμεν,
ὥσπερ παιδίον νήπιον καθορῶν τήν μητέρα
καί μεμνημένον γάλακτος γλυκασμοῦ κλαυθμυρίζει,
ἕως ἐκείνου δράξηται καί εἰς κόρον θηλάσῃ.
Τοῦτο αἰτούμεθα καί νῦν, τοῦτό σε δυσωποῦμεν, 
τοῦτο προσπίπτομεν λαβεῖν ἀναφαίρετον, Σῶτερ,
ὅπως καί νῦν τρεφώμεθα, πανοικτίρμον, ἐκ τούτου
τοῦ ἄρτου τοῦ ἐξ οὐρανοῦ νοητῶς κατιόντος
καί πᾶσι τοῖς μετέχουσι ζωῆς μεταδιδόντος,
καί ἀπιόντος, καί πρός σέ τήν πορείαν ποιοῦντες
συνοδοιπόρον ἕξωμεν, βοηθόν τε καί ῥύστην
καί σύν αὐτῷ καί δι’ αὐτοῦ προσαχθῶμέν σοι, Σῶτερ,
καί ἐν τῇ κρίσει τῇ φρικτῇ τάς ἡμῶν ἁμαρτίας
αὐτό σκεπάσῃ, Δέσποτα, τοῦ μή ἐκκαλυφθῆναι, 
μηδέ φανῆναι ἅπασιν ἀγγέλοις καί ἀνθρώποις,
ἀλλά καί ἱμάτιον ἡμῖν γένηται λαμπροφόρον
καί δόξα καί διάδημα εἰς αἰῶνας αἰώνων,
ἀμήν. 



Ἑπόμενο: Ν'. Περί θεωρίας Θεοῦ καί θείων πραγμάτων καί Ἁγίου Πνεύματος παραδόξου ἐνεργείας· καί περί τῶν ἰδίων τῆς Ἁγίας καί ὁμοουσίου Τριάδος· καί ὅτι ὁ μή φθάσας εἰσελθεῖν εἰς τήν βασιλείαν τῶν οὐρανῶν οὐδέν ὠφεληθήσεται, κἄν ἐκτός γένηται τῶν τοῦ ᾅδυο κολάσεων.
Προηγούμενο: ΜΗ'. Ὅτι δόξα καί τιμή ἐστι παντί ἀνθρώπῳ ὑβριζομένῳ καί πάσχοντι κακῶς διά Θεοῦ ἐντολήν ἡ ὑπέρ αὐτῆς τῆς ἐντολῆς τοῦ Θεοῦ ἀτιμία· καί διάλογος πρός τήν ἰδίαν ψυχήν, διδάσκων τόν ἀκένωτον πλοῦτον τοῦ Πνεύματος.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος