Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΝΓ'. Κατά διάλεκτον Θεοῦ καί τοῦ πατρός τῶν λόγων ὁ λόγος· καί ὅπως ὑπό τοῦ Ἁγίου Πνεύματος ἐλλαμπόμενος ὁ θεῖος οὗτος πατήρ ὡμίλει Θεῷ καί ὑπ’ ἐκείνου ἐμυσταγωγεῖτο τά θεῖά τε καί ἀνθρώπινα.
Προηγούμενο: ΝΑ'. Ὅτι τοῦ Πνεύματος λάμποντος ἐν ἡμῖν τοῦ Ἁγίου πάντα τά τῶν παθῶν φυγαδεύονται ὡς ὑπό τοῦ φωτός τό σκότος· συστέλλοντος δέ αὐτοῦ τάς ἀκτῖνας, ὑπό τούτων καί τῶν πονηρῶν βαλλόμεθα λογισμῶν.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΝΒ'. Περί θεολογίας· καί ὅτι τῷ μή ἀλλοιωθέντι τῇ τοῦ Ἁγίου Πνεύματος μετουσίᾳ καί γεγονότι θέσει ἐν γνώσει Θεῷ διδάσκειν τά θεῖα τούς ἀνθρώπους οὐκ ἔξεστι.

  
Τίς μου παραμυθήσεται τόν πόνον τῆς καρδίας; 
Πόνον δ’ εἰπών ἐδήλωσα τόν τοῦ Σωτῆρος πόθον,
ὁ πόθος δέ τοῦ Πνεύματος ἐνέργεια τυγχάνει,
μᾶλλον δ’ αὐτοῦ οὐσιωδῶς ἐστίν ἡ παρουσία,
ἐνυποστάτως ἐν ἐμοί φῶς ἐντός ὁρωμένη· 
τό φῶς δ’ ἀσύγκριτόν ἐστιν, ὁλον ἄφθεγκτον πέλει.
Τίς με χωρίσει αἰσθητῶν, ὧν ἀπηλλάγην ἅπαξ
καί ἀπεκρύβην ἐξ αὐτῶν γεγονώς ἔξω κόσμου; 
Τίς μοι δώσει γαλήνην γε καί ἡσυχίαν πάντων,
ἵνα τοῦ κάλλους κορεσθῶ καί τῆς ἐκείνου θέας,
οὗ τό ἀκατανόητον ἀναφλέγει τόν πόθον,
ὁπόσον δέ καταληπτόν, ἐνυπόστατος πόθος.
Ἀγάπη γάρ οὐκ ὄνομα, ἀλλά οὐσία θεία,
μεταληπτή καί ἄληπτος, θεϊκή δέ γε πάντως· 
τό μεθεκτόν καταληπτόν, τούτου τό πλεῖον οὔπω.
Διά τοῦτο οὖν εἶπόν σοι καταληπτόν τόν πόθον
καί ἐνυπόστατον αὐτόν ὡς μεθεκτόν ληπτόν τε· 
πᾶν γάρ ληπτόν καί μεθεκτόν οὐσία πάντως πέλει
ἐνυποστάτως μεθεκτή, ὡσαύτως καί ληπτή τε.
Τό γάρ ἀνούσιον οὐδέν καί λέγεται καί ἔστιν,
ἡ θεία δέ καί ἄκτιστος ὑπερούσιος φύσις 
ὡς τῆς οὐσίας τῶν κτιστῶν ὑπερέχουσα πάντων 
καλεῖται ὑπερούσιος, πλήν ἐνούσιος πέλει
καί ἐνυπόστατος ἐστιν, ὑπέρ οὐσίαν πᾶσαν,
καί πρός ὑπόστασιν κτιστήν ἀσύγκριτος γε πάντῃ
νοεῖται, ἔστιν ὅλη γάρ ἀπερίγραπτος φύσει· 
τό μή περιγραφόμενον ὑπόστασιν πῶς εἴπῃς; 
Τό δ’ ἀνυπόστατον οὐδέν, καί πῶς μεταληπτόν μοι; 
Εἰ δ’ ἀπιστεῖς, τόν Παῦλόν σοί μαρτυροῦντα παρέξω
καί τά ἀμφότερα πιστά εἶναι σοί βεβαιοῦντα· 
ὅταν γάρ λέγῃ τόν Χριστόν ἐντός ἔχειν λαλοῦντα
καί Πνεύματι φθεγγόμενον αὐτόν τῷ Παναγίῳ,
μεταληπτόν, περιγραπτόν εἶναι λέγει τό θεῖον,
ἀπεριγράπτως ἐν αὐτῷ συμπαρόν καί ἀλήπτως.
Ὅταν δέ φῶς ἀπρόσιτον οἰκοῦντα παρεισάγῃ
καί μαρτυρῇ μηδέποτε ὑπ’ ἀνθρώπου ὀφθῆναι,
τότε τό ἀπερίγραπτον καί ἄληπτον ἐμφαίνει· 
ὅ γάρ οὐδείς ἑώρακε πώποτε τῶν ἀνθρώπων,
πῶς ἤ μετέλαβεν αὐτοῦ ἤ προσέψαυσεν ὅλως; 
Πάντως ἐρεῖς μοι· οὐδαμῶς, εἰ μή φιλονεικοίης.
Ὅταν δέ πάλιν εἴπῃ σοι· ὁ Θεός, ὁ ἐκ σκότους
φῶς λάμψαι πάλαι προειπών, ὅς ἔλαμψεν ἐντός μου,
ποῖόν σοι ἄλλον παριστᾷ Θεόν, εἰπέ, νοῆσαι,
εἰ μή ἐκεῖνον τόν τό φῶς τό ἄστεκτον οἰκοῦντα
καί ὅν οὐδέπω οὐδαμῶς οὐδείς ἀνθρώπων εἶδεν; 
Αὐτός γάρ ὑπερούσιος ἄκτιστος ὤν τό πρόσθεν
σάρκα τε ἀνελάβετο καί κτιστός μοι ὡράθη,
ὅλον θεώσας με αὐτός τόν προσληφθέντα ξένως.
Οὕτω πιστεύεις, λέγε μοι, καί πάντως οὐ διστάζεις; 
Εἰ οὖν Θεός γενόμενος ἄνθρωπος, ὡς πιστεύεις,
τόν ἄνθρωπον ἐθέωσεν ἐμέ τόν προσληφθέντα, 
θέσει θεός γενόμενος τόν φύσει Θεόν βλέπω
ἐκεῖνον, ὅν οὐδείς ποτε ἀνθρώπων ἠδυνήθη
ἰδεῖν, ἀλλ’ οὐδέ δύναται ὅλως τοῦ κατιδέσθαι.
Τόν Θεόν οὖν οἱ δεξάμενοι τῆς πίστεως τοῖς ἔργοις
καί θεοί χρηματίσαντες Πνεύματι γεννηθέντες,
αὐτόν ἐκεῖνον βλέπουσι τόν ἑαυτῶν πατέρα,
τόν ἐνοικοῦντα τῷ φωτί ἀεί τῷ ἀπροσίτῳ· 
ἔνοικον ἔχοντες αὐτοί ἐν ἑαυτόῖς οἰκοῦντα
οἰκοῦσιν αὐτοί γ’ ἐν αὐτῷ τῷ πάμπαν ἀπροσίτῳ.
Τοῦτο πίστις ἡ ἀληθής, τοῦτο Θεοῦ τό ἔργον,
τοῦτο σφραγίς Χριστιανῶν, τοῦτο μέθεξις θεία,
τοῦτο ἐστίν ἡ μετοχή καί ἀρραβών ὁ θεῖος,
τοῦτο ὑπάρχει ἡ ζωή, τοῦτο ἡ βασιλεία,
τοῦτο τό ἔνδυμά ἐστιν, ὁ χιτών τοῦ Κυρίου, 
ὅνπερ οἱ βαπτιζόμενοι ἐπενδύονται πίστει,
οὐχί ἀγνοίᾳ, λέγω σοι, οὐδέ ἀναισθησίᾳ,
ἀλλά διά τῆς πίστεως ἐν αἰσθήσει καί γνώσει.
Ἵνα μή λέγῃς· Τόν Χριστόν ἐνδεδύσθαι πιστεύω· 
οὐ λέγω· Τοῦτο πίστευε· ἀλλά· Πίστεως ἔργον 
καί πίστεως βεβαίωσιν καί πίστεως σφραγῖδα
καί πίστεως τελείωσιν ἀναμφίβολον ἔχε
ἐκ τοῦ ἐνδύσασθαι Χριστόν ἐν αἰσθήσει καί γνώσει
ἐκλάμποντα, ἀστράπτοντα θεότητος τῇ δόξῃ
καί τρανοτάτῳ ἐν φωτί ὅλον σε ἀλλοιοῦντα,
ἀναλλοιώτως μένοντα διπλοῦν ἐξ ἑκατέρων,
θέσει Θεόν, τῇ φύσει δέ ἄνθρωπον ὅλον ὄντα.
Τοιοῦτος δέ γενόμενος ὅλος, καθώς σοι εἶπον,
τότε ἐλθέ καί σύν ἡμῖν στῆθι, ὦ ἀδελφέ μου,
ἐπ’ ὄρους θείας γνώσεως, θείας τε θεωρίας,
καί ἀκουσόμεθα ὁμοῦ πατρικῆς φωνῆς, οἴμοι,
ὁπόσον ἀπολείπομεν τῆς θεϊκῆς ἀξίας,
ὁπόσον δέ ἀπέχομεν ζωῆς τῆς αἰωνίου.
Ὅσον ἀπέχει οὐρανός τῶν γῆς καταχθονίων
καί τῶν ἐκεῖσε δυστυχῶς πάλαι κεκρατημένων,
τοσοῦτον ἤ καί πλέον γε ἀπέχομεν οἱ πάντες
ὄντως ἀξίας τοῦ Θεοῦ καί θείας θεωρίας,
κἄν σύν ἐκείνῳ κατοικεῖν λέγωμεν παραδόξως
καί τόν οἰκοῦντα ἐν φωτί τῷ ἀπροσίτῳ ἔχειν 
ἐν ἑαυτόῖς καί μένοντα καί κατοικοῦντα ὅλον· 
καί θέλομεν καθήμενοι ἐν τοῖς καταχθονίοις
φιλοσοφεῖν τά ὑπέρ γῆν καί τά ἐν οὐρανῷ γε
καί οὐρανῶν ὑπέρτερα, ὡς ἀκριβῶς εἰδότες,
καί διηγεῖσθαι ἅπασι καί γνωστικοί καλεῖσθαι,
θεολόγοι τε ἀκριβεῖς καί μύσται τῶν ἀρρήτων,
ὅπερ καί ἔνδειγμά ἐστι πάντως ἀναισθησίας.
Ὁ γεννηθείς γάρ δυστυχῶς ἐν τοῖς καταχθονίοις
καί σκότος ὅλος κατοικῶν τοῦ ἐνεστῶτος κόσμου,
φῶς τε μή θεασάμενος τοῦ μέλλοντος αἰῶνος,
ὅ πάντως ἔλαμψεν ἐν γῇ ἀενάως λάμπει,
καί λέγων τά ἐν οὐρανῷ φρονεῖν καί εἰδέναι,
βλέπειν τε πάντα τά ἐκεῖ καί τούς ἄλλους διδάσκειν,
οὐχί ἀναίσθητός ἐστι καί πλέον ἄρα τούτου;
Ὡς γάρ τυφλός φιλονεικῶν τούς βλέποντας καί λέγων· 
Τό νόμισμα χαλκοῦν ἐστιν, ἡ σφραγίς ἄλλου πέλει,
τά ἐν αὐτῷ δέ γράμματα δηλοῖ τάδε καί τάδε,
ὄντως παράδοξόν ἐστι τοῖς ἀκούουσι τέρας 
καί τό νόμισμα βλέπουσι χρυσοῦν εὔροιζον πάνυ
καί τήν σφραγῖδα ἀληθῆ τοῦ βασιλέως οὖσαν,
ἀπαραποίητον αὐτοῦ δεικνῦσαν τήν εἰκόνα,
καί τήν γραφήν τό ὄνομα δηλοῦσαν τό ἐκείνου,
οὕτω γε πάσχοντες ἡμεῖς οὐ δοκοῦμέν τι πάσχειν,
οὐδ’ αἰσχυνόμεθά τινα ἤ αὐτούς τούς ἁγίους
καί τούς ἀγγέλους ἄνωθεν τά καθ’ ἡμᾶς ὁρῶντας,
ἀλλά πληροῦται εἰς ἡμᾶς ὁ λόγος τοῦ Κυρίου,
ὁ λέγων ὅτι· Βλέποντες οὐ βλέπουσι, καί αὖθις· 
Ἀκούοντες τά ψυχικά ὦτα βύουσι μᾶλλον
καί οὐδαμῶς ἀκούουσι τοῦ Πνεύματος τούς λόγους,
καί γάρ ὠσίν ἀκούουσι σωματικῶς σαρκίνοις,
ὦτα πνευματικά καρδάς δέ κεκαλυμμένα
ἔχουσι καί οὐ δύνανται ὅλως Θεοῦ ἀκούειν.
Οὐδαμῶς γάρ ἰσχύουσιν ἀφ’ ἑαυτῶν διάραι
κάλυμμα τῆς ἐπάρσεως καί τῆς ἀναισθησίας,
αὐτοί γάρ τοῦτο ἑαυτοῖς ἐπέθεντο θελήσει,
καί βούλονται καλύπτεσθαι ὀφθαλμούς τε καί ὦτα,
καί διά τοῦτο οἴονται καί βλέπειν καί ἀκούειν.
Εἰ δέ γε τις ἐρεῖ αὐτοῖς· Ἀκούσατέ μου, τέκνα,
καί ἄρατε τό κάλυμμα ἐκ τῆς ὑμῶν καρδίας·
καί πρός αὐτά τά ῥήματα ἀγριαίνουσιν, ὅτι 
μή πατέρας ἐκάλεσεν, ἀλλά τέκνα προσεῖπε,
καί μῖσος μᾶλλον πρός αὐτόν ἐκ τῶν λόγων προσκτῶνται
καί συνιδεῖν οὐ δύνανται τό προσόν αὐτοῖς πάθος,
μᾶλλον δέ πάθη τά τόν νοῦν σκοτίζοντα καί φρένας
καί τοῦ Θεοῦ χωρίζοντα τούς προληφθέντας ἤδη,
οἵ δοῦλοι τῆς οἰήσεως καί ὑπερηφανίας
θελήσει χρηματίσαντες καί αἰχμαλωτισθέντες
τό θέλημα τό ἴδιον ἀεί ἀποπληροῦσιν.
Οὗτοι ἀφέντες νόμους τοῦ Θεοῦ ἑαυτοῖς εἰσι νόμος,
καί οὐ Θεῷ ἀλλ’ ἑαυτόῖς λατρεύουσιν, ὤ τόλμης,
ἀντί τῆς δόξης τοῦ Θεοῦ τήν ἰδίαν ζητοῦντες
καί στῆσαι ταύτην σπεύδοντες πᾶσιν ἔργοις καί τρόποις.
Δόξα οὖν πέλει τοῦ Χριστοῦ ὁ σταυρός καί τά πάθη,
ἅ καθυπέστη δι’ ἡμᾶς, ἵνα ἡμᾶς δοξάσῃ· 
ταῦτα δ’ οὐ βούλονται παθεῖν, ὡς ἔπαθεν ἐκεῖνος,
καί παραιτοῦνται μέτοχοι δόξης Θεοῦ γενέσθαι
τῷ παραιτεῖσθαι τό παθεῖν, ὡς ἔπαθεν ἐκεῖνος,
καί θέλουσιν, οἴμοι, τιμήν μᾶλλον τήν ἐξ ἀνθρώπων
καί χωρισμόν ἀπό Θεοῦ ἑκουσίως αἱροῦνται.
Ἀλλ’, ὦ Χριστέ μου, λύτρωσαι τούς εἰς σέ πεποιθότας 
κενοδοξίας μιαρᾶς καί ὑπερηφανίας
καί συμμετόχους ποίησον παθῶν σου καί τῆς δόξης 
καί καταξίωσον ἡμᾶς ἀχωρίστους σου εἶναι
νῦν τε καί εἰς τούς μέλλοντας αἰῶνας τῶν αἰώνων.
Ἀμήν.



Ἑπόμενο: ΝΓ'. Κατά διάλεκτον Θεοῦ καί τοῦ πατρός τῶν λόγων ὁ λόγος· καί ὅπως ὑπό τοῦ Ἁγίου Πνεύματος ἐλλαμπόμενος ὁ θεῖος οὗτος πατήρ ὡμίλει Θεῷ καί ὑπ’ ἐκείνου ἐμυσταγωγεῖτο τά θεῖά τε καί ἀνθρώπινα.
Προηγούμενο: ΝΑ'. Ὅτι τοῦ Πνεύματος λάμποντος ἐν ἡμῖν τοῦ Ἁγίου πάντα τά τῶν παθῶν φυγαδεύονται ὡς ὑπό τοῦ φωτός τό σκότος· συστέλλοντος δέ αὐτοῦ τάς ἀκτῖνας, ὑπό τούτων καί τῶν πονηρῶν βαλλόμεθα λογισμῶν.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος