Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΝΔ'. Ὅτι ἑκάστῳ τῶν ἀνθρώπων δέδωκεν ὁ Θεός προσφυῶς καί πρός τό συμφέρον τό χάρισμα διά Πνεύματος Ἁγίου εἰς τό ἐνεργεῖν, οὐχ ὥσπερ αὐτός θέλει, ἀλλ’ ὡς ὑπ’ αὐτοῦ προωρίσθη, εἰς τό μή κενόν εἶναι μέσον τῆς ἐκκλησίας αὐτοῦ.
Προηγούμενο: ΝΒ'. Περί θεολογίας· καί ὅτι τῷ μή ἀλλοιωθέντι τῇ τοῦ Ἁγίου Πνεύματος μετουσίᾳ καί γεγονότι θέσει ἐν γνώσει Θεῷ διδάσκειν τά θεῖα τούς ἀνθρώπους οὐκ ἔξεστι.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΝΓ'. Κατά διάλεκτον Θεοῦ καί τοῦ πατρός τῶν λόγων ὁ λόγος· καί ὅπως ὑπό τοῦ Ἁγίου Πνεύματος ἐλλαμπόμενος ὁ θεῖος οὗτος πατήρ ὡμίλει Θεῷ καί ὑπ’ ἐκείνου ἐμυσταγωγεῖτο τά θεῖά τε καί ἀνθρώπινα.

  
Ἴδε μου, Χριστέ, τήν θλῖψιν,
ἴδε μου τήν ἀθυμίαν,
ἴδε μου καί τήν πτωχείαν.
Ἴδε τήν ἀσθένειάν μου
καί οἰκτείρησόν με, Λόγε! 
Λάμψον μοι καί νῦν ὡς πάλαι
καί καταύγασον ψυχήν μου·
φώτισον τούς ὀφθαλμούς μου
τοῦ ὁρᾶν σε, φῶς τοῦ κόσμου,
τήν χαράν, τήν εὐφροσύνην,
τήν ζωήν τήν αἰωνίαν,
τήν τρυφήν τήν τῶν ἀγγέλων,
βασιλείαν οὐρανῶν τε 
καί παράδεισόν σε ὄντα,
στέφανον τόν τῶν δικαίων
καί κριτήν καί βασιλέα.
Τί τό πρόσωπόν σου κρύπτεις; 
Τί χωρίζῃ μου, Θεέ μου,
ὅς οὐ θέλεις χωρισθῆναι
πώποτε τῶν σέ φιλούντων; 
Τί με φεύγεις, τί με καίεις,
τί με τέμνεις καί συντρίβεις;
Οἶδας, ὅτι ἀγαπῶ σε
καί ἀπό ψυχῆς ζητῶ σε.
Ἀποκάλυψον, ὡς εἶπας, 
καί ἐμφάνισον σαυτόν μοι.
Οἶδα γάρ ἀληθινόν σε,
ἔγνωκα ὡς ἀφευδής εἶ
καί φιλεῖς τούς σέ φιλοῦντας
καί προσομιλεῖς ὡς φίλοις
οὐ σκιᾷ οὐδέ ἐμφάσει,
οὐδ’ ὡς νοῦς νοΐ ἑτέρῳ,
ἀλλ’ ὡς λόγος ὤν ἀρχῆθεν,
ἐνυπόστατος ζωή τε,
ἐκ πατρός γεγεννημένος
καί αὐτῷ συνηνωμένος 
καί συνόμιλος ἀφράστως.
Οὕτως οὕς αὐτός γεννήσεις
Πνεύματί σου τῷ Ἁγίῳ 
καί υἱούς σου ἀποδείξεις,
μᾶλλον μέν οὖν ἀδελφούς σου
καί Θεοῦ υἱούς, Πατρός σου,
τούτοις καί συνομιλεῖς τε
καί αὐτούς ὁρῶν ὁρᾶσαι
ὑπ’ αὐτῶν ἐκείνων πάλιν.
Δεῖξον οὖν τήν εὐσπλαγχνίαν,
δεῖξον τήν φιλανθρωπίαν 
καί τό ἔλεός σου, Σῶτερ,
Ποίων ἄρα τῶν κτισμάτων;
Τῶν ἐνύλων καί ἀΰλων· 
ἔνυλα γάρ, ἅπερ βλέπεις,
ἄϋλοι δέ ἄγγελοί γε.
Μέσον τούτων οὖν, σοί λέγω,
ζῷον ἄνθρωπος, διπλοῦν δέ· 
ἐν αἰσθητοῖς μέν ἄϋλον,
ἐν ἀΰλοις αἰσθητόν δέ.
Τοῦτον οὖν ὡς αἰσθητόν μέν 
κύριον τῶν ὁρωμένων
καί δεσπότην εἰργασάμην,
δοῦλα ὡς ὁρατά πάντα 
αὐτῷ μόνῳ ὑποτάξας,
ὅπως βλέπῃ μου τά ἔργα
καί δοξάζῃ με τόν κτίστην· 
ὡς δέ λογικόν τε ὄντα
καί νοερῶς καθορῶντα, 
δέδωκα αὐτόν ὁρᾶν με
καί ἐκ τούτου τῶν ἀγγέλων 
ἐν ἀξίᾳ καθεστᾶναι.
Βλέπε, σύνες, τί σοι εἶπον· 
ἄνθρωπος διπλοῦς ὑπάρχων
ἔβλεπε τοῖς αἰσθητοῖς μέν
ὀφθαλμοῖς τά κτίσματά μου,
τοῖς νοεροῖς δέ πρόσωπον
ἔβλεπεν ἐμοῦ τοῦ κτίστου,
ἐθεώρει μου τήν δόξαν 
καί ὡμίλει μοι καθ’ ὥραν.
Ὅτε δέ τήν ἐντολήν μου
παραβάς ἀπό τοῦ ξύλου
ἔφαγεν, ἀπετυφλώθη
καί ἐγένετο ἐν σκότει
τοῦ θανάτου, καθώς εἶπον,
ὅπερ λέγεται κρυβῆναι· 
τοῦτο γάρ ἐκεῖνος τότε
ὑπενόησεν ἀφρόνως.
Ποῦ γάρ εἶχέ με κρυβῆναι
ἤ ἐν ποίῳ τόπῳ, λέγε; 
Σύ δέ νῦν λογίζῃ χεῖρον,
ἀφρονέστερον ἐκείνου,
ὅτι κρύπτομαι μή θέλων
ὁραθῆναί σοι εἰς ἅπαν.
Εἰ γάρ μή ὁρᾶσθαι θέλω,
τί καί ἐν σαρκί ἐφάνην; 
Τί δέ καί κατῆλθον ὅλως; 
Τί δέ καί ὡράθην πᾶσι; 
Μή ἀγνόει μου τάς πράξεις,
μηδέ τάς οἰκονομίας· 
ὁ Ἀδάμ τυφλωθείς πρῶτον
ἐλεγχθείς καί διδαχθείς τε
ὑπ’ἐμοῦ μετανοῆσαι
οὐκ ἠθέλησεν, ἀλλ’ ὅλως
ἀταπείνωτος εὑρέθη,
εἶπε δέ μᾶλλον· Ἡ γυνή
ἥμαρτεν, ἥν δέδωκάς μοι,
ὡσανεί τῆς ἁμαρτίας
αἴτιόν με ἀποφήνας.
Ὁμοίως πάλιν ἡ γυνή
ᾐτιάσατο τόν ὄφιν,
καί οὐδείς ἡμαρτηκέναι
ὡμολόγησεν οὐδ’ ὅλως.
Διά τοῦτο ἐξεβλήθη
τῆς τρυφῆς τοῦ παραδείσου
καί ἔμεινεν ἐν αἰσθητοῖς 
μόνοις μετά τῶν ἀλόγων,
ἄλογος ἐκ λογικῶν τε
γεγονώς καί ἔνυλός γε,
χωρισθείς ἐκ τῶν ἀΰλων.
Θαῦμα ξένον· ὥσπερ σῶμα,
γέγονεν ὀμμάτων δίχα 
ἡ ψυχή ἐκτυφλωθεῖσα
καί Θεόν μή καθορῶσα.
Σῶμα μέν, εἰ τυφλωθείη,
ὑπό τῆς ψυχῆς κινεῖται· 
ἡ ψυχή δέ τυφλωθεῖσα 
ποίαν κίνησιν εὑρήσει; 
Ζῆν δέ πῶς ὅλως ἰσχύσει; 
Οὐδαμῶς, ἀλλά θανεῖται
θάνατον εἰς τόν αἰῶνα,
ὅπερ ἔπαθον, ὡς εἶπον, 
οἱ πρωτόπλαστοι ἀνοίᾳ
καί κατῆλθον εἰς τόν ᾅδην
καί εἰς φθοράν κατήχθησαν, οὕσπερ κατελεήσας
ἄνωθεν ἐγώ κατῆλθον· 
ἀόρατος ὤν πάντῃ
πάχους καί σαρκός μετέσον 
καί ψυχήν ἀνελαβόμην, 
Θεός ὤν ἀναλλοιώτως
ἐγενόμην σάρξ, ὁ Λόγος.
Ἐκ σαρκός ἀρχήν λαβών δέ 
ἄνθρωπος ὡράθην πᾶσιν.
Διά τί οὖν ὅλως τοῦτο 
ἠνεσχόμην τοῦ ποιῆσαι; 
Ὅτι ἐπί τούτῳ πάντως
ἔκτισα, καθώς καί εἶπον, 
τόν Ἀδάμ τοῦ καθορᾶν με.
Ἐπειδή δέ ἐτυφλώθη,
ἐξ ἐκείνου τε οἱ πάντες
τούτου ἀπόγονοι ἅμα,
οὐχ ὑπέφερον, αὐτός μέν 
εἶναι ἐν τῇ θείᾳ δόξῃ,
παρορᾶν δέ τυφλωθέντας
τῇ τοῦ ὄφεως ἀπάτῃ,
οὕσπερ ἔκτισα χερσί μου.
Ἀλλά ὅμοιος ἀνθρώποις
ἐγενόμην κατά πάντα,
αἰσθητός τοῖς αἰσθητοῖς γε,
καί ἡνώθην τούτοις θέλων.
Βλέπεις, πόσον πόθον ἔχω
τοῦ ὁρᾶσθαι παρ’ ἀνθρώπων, 
ὡς καί ἄνθρωπος γενέσθαι 
θελῆσαι καί ὁραθῆναι.
Πῶς οὖν εἶπας κρύπτεσθαί με 
ἀπό σοῦ καί μή ὁρᾶσθαι; 
Ὄντως λάμπω, ἀλλ’ οὐ βλέπεις.
Πρόσεχε τῷ μυστηρίῳ· 
ἔβλεπε θεότητός μου
δόξαν ὁ Ἀδάμ καί ἔζη,
παραβάς δ’ ἀπετυφλώθη
καί εὐθύς ἀπενεκρώθη
μή θελήσας μεταγνῶναι, 
μηδ’ εἰπών· Ἡμάρτηκά σοι.
Διά τοῦτο οὖν ἐνδίκως
ἀποστρέφειν κατεκρίθη
εἰς τήν γῆν, ἐξ ἧς ἐλήφθη· 
ὕστερον δέ τοῦτο πάντως 
ὡς ἀπόφασις ἐδόθη
καί τοῖς πᾶσιν ἐλογίσθη
ἄφυκτος ὡς τιμωρία.
Ἀλλ’ οὐκ ἔστι τιμωρία,
μᾶλλον δέ εὐεργεσία.
Οὐ γάρ εἴασα συνεῖναι
τό φθαρτόν σύν τῷ ἀφθάρτῳ.
Χεῖρον ἦν γάρ τοῦ λυθῆναι
τό δεδέσθαι αἰωνίως
καί ἀθάνατον ὑπάρχειν
τό κακόν ἐν ἀμφοτέροις.
ἡ ψυχή γάρ ἐκπεσοῦσα 
τῆς ζωῆς γε τῆς ἐνταῦθα,
πάλιν τε, εἴπερ τό σῶμα
τό φθειρόμενον ὑπῆρχε
φέρουσα συνηνωμένον, 
πῶς οὐκ ἦν θανάτου χεῖρον,
χωρισμοῦ ψυχῆς, σοί λέγω; 
Δύο οὖν εἰσι θάνατοι, 
σώματός τε καί ψυχῆς.
Ὁ θανών ψυχῇ, εἰπέ μοι, 
καί φθαρτόν ἐκ τούτου σῶμα
περιφέρων ἡνωμένον, 
κατ’ ὀλίγον τε γηράσκον
καί λυόμενον καί ῥέον, 
εἰ μή ἔμελλε λυθῆναι
τούτου τε καί χωρισθῆναι
ἡ ψυχή, ἀλλ’ αἰωνίως 
ἦν συνδεδεμένη τούτῳ, 
πῶς οὐ χείρων πάσης ἄλλης
τιμωρίας τῆς ἐν ᾅδη 
αὕτη ἡ ζωή ὑπῆρχε; 
Βλέπε μοι τούς ὑπό νόσου
ἱερᾶς κατεχομένους,
πῶς αἱ σάρκες αἱ ἐκείνων
φθείρονται καί δαπανῶνται, 
πῶς χειρῶν, ποδῶν τε δίχα 
καί ὀμμάτων καί χειλέων
καί ῥινῶν εἰσι καί ὤτων,
πῶς ἀκίνητοι εἰς ἅπαν,
πῶς καί ἄλαλοι κωφοί τε
ταῖς φωναῖς ταῖς ἀλαλήτοις 
τόν Θεόν ἐπικαλοῦνται
ταύτης τῆς σαρκός λυθῆναι.
Εἰ γάρ οὕτως εἰς αἰῶνας, 
ἵνα πάλιν εἴπω, εἶναι 
ἐκληρώσατο, οὐ χεῖρον 
τοῦ θανεῖν τό ζῆν ὑπῆρξε; 
Οὕτως οὖν εὐεργεσία 
γέγονεν ἡ τιμωρία,
μᾶλλον δέ οὐ τιμωρία,
ἀλλ’ οἰκονομία θεία.
Ὁ γάρ θάνατος ἀνθρώπων 
θάνατος πραγμάτων πέλει· 
θάνατος φροντίδων λύσις, 
θάνατος ἐλευθερία 
νόσων καί παθῶν παντοίων,
θάνατος ἁμαρτημάτων
ἐκκοπή καί ἀδικίας, 
θάνατος ἀπαλλαγή τε 
τῶν κακῶν τοῦ βίου πάντων,
τοῖς βιώσασι καλῶς δέ 
πρόξενος χαρᾶς ἀλήκτου
καί τρυφῆς τῆς ἀϊδίου
καί φωτός τοῦ ἀνεσπέρου.
Ὅμως πρό τοῦ χωρισθῆναι
ἐκ τοῦ σώματος, σοί λέγω,
βλέπε τάς εὐεργεσίας, 
βλέπε τάς οἰκονομίας, 
μάνθανε τάς δωρεάς μου.
Ἐφανέρωσα τῷ κόσμῳ
ἐμαυτόν καί τόν Πατέρα
καί ἐξέχεα πλουσίως 
τό Πανάγιόν μου Πνεῦμα
ἐπί πᾶσαν ὄντως σάρκα,
καί τό ὄνομά μου πᾶσιν
ἀπεκάλυψα ἀνθρώποις,
καί τοῖς ἔργοις, ὅτι κτίστης
καί δημιουργός ὑπάρχω,
ἔδειξα καί νῦν δεικνύω
πάντα, ἅ ποιῆσαι ἔδει,
ἀμήν.



Ἑπόμενο: ΝΔ'. Ὅτι ἑκάστῳ τῶν ἀνθρώπων δέδωκεν ὁ Θεός προσφυῶς καί πρός τό συμφέρον τό χάρισμα διά Πνεύματος Ἁγίου εἰς τό ἐνεργεῖν, οὐχ ὥσπερ αὐτός θέλει, ἀλλ’ ὡς ὑπ’ αὐτοῦ προωρίσθη, εἰς τό μή κενόν εἶναι μέσον τῆς ἐκκλησίας αὐτοῦ.
Προηγούμενο: ΝΒ'. Περί θεολογίας· καί ὅτι τῷ μή ἀλλοιωθέντι τῇ τοῦ Ἁγίου Πνεύματος μετουσίᾳ καί γεγονότι θέσει ἐν γνώσει Θεῷ διδάσκειν τά θεῖα τούς ἀνθρώπους οὐκ ἔξεστι.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος