Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΝΕ'. Ὅτι τοῖς τό ἅγιον φυλάξασι βάπτισμα καθαρόν παραμένει τό Πνεῦμα τό Ἅγιον· ἀπό δέ τῶν μολυνάντων αὐτό ἀπανίσταται.
Προηγούμενο: ΝΓ'. Κατά διάλεκτον Θεοῦ καί τοῦ πατρός τῶν λόγων ὁ λόγος· καί ὅπως ὑπό τοῦ Ἁγίου Πνεύματος ἐλλαμπόμενος ὁ θεῖος οὗτος πατήρ ὡμίλει Θεῷ καί ὑπ’ ἐκείνου ἐμυσταγωγεῖτο τά θεῖά τε καί ἀνθρώπινα.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΝΔ'. Ὅτι ἑκάστῳ τῶν ἀνθρώπων δέδωκεν ὁ Θεός προσφυῶς καί πρός τό συμφέρον τό χάρισμα διά Πνεύματος Ἁγίου εἰς τό ἐνεργεῖν, οὐχ ὥσπερ αὐτός θέλει, ἀλλ’ ὡς ὑπ’ αὐτοῦ προωρίσθη, εἰς τό μή κενόν εἶναι μέσον τῆς ἐκκλησίας αὐτοῦ.

  
Τό ποίημα τοῦ ποιητοῦ τί ποτ’ ἄν γνοίη δίχα; 
Τήν γνῶσιν γάρ, ἥν ἔλαβε, πάντως ἀπαιτηθείη,
πρᾶξίν τε καί ἐνέργειαν δικαίως καί πρεπόντως,
καί γάρ σκαπάνη, δρέπανον, μάχαιρά τε καί πρίων,
ἀξίνη, ῥάβδος, λόγχη τε, φάσγανόν τε καί τόξον,
βέλος καί πάντα τά λοιπά ἐργαλεῖα ἐν βίῳ,
ἕκαστον τήν ἐνέργειαν κέκτηται τήν ἰδίαν,
ἀλλ’ οὐκ ἀφ’ ἑαυτοῦ λαβόν, ἐξ ἡμῶν δέ γε πάντως.
Ὁ γάρ τεχνίτης ἕκαστον, πρός ὅπερ ἄν ἐθέλοι,
κατασκευάζει ἐνεργεῖν ἐργαλεῖον ἐντέχνως.
Διό θερίζειν λήϊα οὐκ ἔξεστι σκαπάνη,
οὐδέ δρεπάνῳ τεκτονεῖν, οὐδ’ ἐν μαχαίρᾳ κτίζειν, 
οὐ σκάπτειν μετά πρίονος, οὐ ῥάπτειν τῇ ἀξίνῃ, 
οὐ τέμνειν ξύλα ῥάβδῳ γε, λόγχῃ δ’ οὐ πρίζειν θέμις,
οὐδέ φασγάνῳ σφενδονεῖν, οὐκ ἐν τῷ τόξῳ τέμνειν,
ἀλλ’ ἁρμοζόντως ἑκάστῳ χρή πρός ἕκαστον χρᾶσθαι.
Εἰ δ’ οὐ πρός ἅ γεγόνασιν, ἀλλ’ ἄλλως χρήσῃ τούτοις,
ἀπόλωλεν ὁ βίος σοι καί πᾶσα πρᾶξις πάντως.
Οὕτως οὖν μοι νόει καί Θεόν ἡμᾶς πεποιηκέναι 
ἐν ἔργοις ἕκαστον πιστόν ἐνεργεῖν ἐν τῷ βίῳ, 
τούς μέν διδάσκειν θέμενος, τούς δέ πάντως 
μανθάνειν,
ἄλλους τοῦ ἄρχειν τῶν πολλῶν, τούς δέ ὑπείκειν τούτοις· 
καί οἷς μέν σοφίαν δέδωκεν, οἷς δέ γνῶσιν καί λόγον,
τό προφητεύειν ἄλλοις δέ, τό λαλεῖν γλώσσαις ἄλλοις, 
θαυματουργεῖν ἑτέροις δέ καί ἐνεργεῖν δυνάμεις·
ἄλλους προστάτας ἔδειξε. Πνευματικά δέ ταῦτα,
ἀλλ’ εἴπωμεν καί ἕτερα χαρίσματα τοῦ κτίστου,
ἅ τοῖς ἀνθρώποις δέδωκεν, ἑκάστῳ κατ’ ἀξίαν· 
τόν μέν ἀνδρεῖον σώματι, τόν δέ ὡραῖον μᾶλλον
πεποίηκε καί ἕτερον εὐφωνότερον ἄλλων,
ἁπλῶς τε ἐχαρίσατο ἑκάτῳ τῶν ἀνθρώπων
τό κατ’ ἀξίαν δώρημα καί πλεονέκτημά γε, 
ὡς οἶδε μόνος ὁ Θεός, ὁ τῶν ἁπάντων κτίστης,
εἰς τό χρησίμως ἐνεργεῖν ἐν τῷ βίῳ ἀρρήτως.
Διό πρός τέχνην ἕκαστος οὐχ οἵαν αὐτός θέλει,
ἀλλά πρός οἵαν ἔκτισται, ἐπιτηδείως ἔχει,
καί πρός αὐτήν διάκειται προσφυῶς καί οἰκείως,
καί ἴδοις ἄν τόν πλευστικόν εὐτέχνως τά πελάγη
θαλάσσης διαπλέοντα καί τερπόμενον μᾶλλον
ὑπέρ τόν ἵππῳ σοβαρῷ ἐφεζόμενον ἄνδρα
καί γεωργόν γῆς αὔλακας τέμνοντα τῷ ἀρότρῳ,
τό ζεῦγός τε ό τῶνβοῶν τῶν συνεργαζομένων 
πολύ κρεῖσσον νομίζοντα βασιλικοῦ τετρώρου,
ὅθεν καί χαίρει ταῖς χρησταῖς κατεντρυφῶν ἐλπίσιν. 
Ὁ στρατιώτης πάλιν δέ ἑαυτόν ὑπέρ πάντας
γεωργούς τε καί πλευστικούς καί χειροτέχνας μείζω
ἡγεῖται καί ὡς ἔνδοξος ἐναβρύνεται τρέχων
ἐπί σφαγήν καί θάνατον ἄωρον καταλύσαι. 
Οὗτος οὖν οὐκ ἀνέξεται κώπην ὅλως ἐλάσαι, 
οὐδέ κρατῆσαι δίκελλαν, οὐδέ τέκτων γενέσθαι,
οὐ ναύτης οὐδέ γεωργός, οὐ γεηπόνος εἶναι
αἱρήσεται· ἀλλ’ ἕκαστος, πρός ὅ, καθάπερ εἶπον,
τό ἐνεργεῖν ἀπό Θεοῦ ἔλαβεν, ἐνεργήσει,
ἄλλως δέ οὐ δυνήσεται ἄνθρωπος ἐν τῷ βίῳ 
ὅλως τι διαπράξασθαι ἤ τήν ἀρχήν θελῆσαι.
Ἰδού γάρ, αὖθις λέγω σοι ἅπερ καί πρῴην εἶπον· 
ὥσπερ οὐκ ἔξεστί ποτε τῶν εἰρημένων πάντων
ἐργαλεῖον ἀφ’ ἑαυτόῦ κινηθῆναι πρός πρᾶξιν
ἤ ἐνεργῆσαί τι ἄνευ χειρός ἀνθρώπου,
τοῦ αἴροντος καί δι’ αὐτοῦ κατασκευάζοντός τι,
οὕτως οὐδέ ὁ ἄνθρωπος ἄνευ χειρός τῆς θείας
ἐννοῆσαί τι δύναται ἀγαθόν ἤ ποιῆσαι.
Ἰδού γάρ, ὁ τεχνίτης με κατεσκεύασε Λόγος,
οἷον αὐτός ἠθέλησε καί ἔθηκεν ἐν κόσμῳ.
Πῶς οὖν, εἰπέ, δυνήσομαι φρονῆσαι ἤ ποιῆσαι
ἤ ὅλως ἐνεργῆσαί τι θείας ἰσχύος ἄνευ; 
Ὁ νοῦν μοι χαρισάμενος, οἷον ἤθελε πάντως,
αὐτός καί δίδωσι φρονεῖν ὅσα συμφέρειν οἶδε, 
καί ἐνεργεῖν παρέχει μοι δύναμιν, ἅπερ θέλει.
Εἰ οὖν αὐτά ποιήσαιμι πλείονα πάντως δώσει, 
καί τελεώτερα φρονεῖν παράσχει φιαλνθρώπως·
εἰ δέ καταφρονήσαιμι καί αὐτῶν τῶν ὀλίγων
τῶν καταπιστευθέντων μοι, τήν στέρησιν δικαίως
ὄντως καθυποστήσομαι παρά Θεοῦ τοῦ δόντος
καί ἄπρακτος γενήσομαι, ἄχρηστον ἐργαλεῖον,
ὡς μή θελήσας ἐντολάς ἐργάσαθαι τοῦ κτίστου,
ἀλλ’ ὀκνηρίᾳ ἐμαυτόν ἐκδούς καί ῥαθυμίᾳ· 
καί διά τοῦτο ἔρρμμαι τῶν χειρῶν τοῦ Δεσπότου,
ἀπειθείᾳ τῇ πρός αὐτόν καί ἀνυποταξίᾳ
χρησάμενος ἐκβέβλημαι τοῦ ὄντως παραδείσου,
μακράν γενόμενος Θεοῦ καί χειρῶν τῶν ἁγίων.
Εὑρών λοιπόν με κείμενον ὁ παμπόνηρος ὄφις
καί τῇ ἀργίᾳ τῶν καλῶν προδεδομένον ὅλον,
δολίως κατηχρείωσε πᾶσιν ἔεργοις ἀτίμοις,
οἷσπερ ἐνηδυνόμενος καί χαίρων ὠπτανόμην,
ἀνθ’ ὧν λυπεῖσθαί με ἐχρῆν καί θρηνεῖν τε καί κλαίειν,
ὅτι πρός ἅπερ ἔκτισμαι ἐνεργεῖν, ἑκουσίως
ἀπέστην ὁ ταλαίπωρος, καί αὐτοπροαιρέτως 
τοῖς παρά φύσιν ἅπασιν ἐμαυτόν ἐξεδόμην,
χερσί βεβήλοις τοῦ ἐχθροῦ ἐμπεσών παναθλίως,
ὑφ’ οὗπερ καί κρατούμενος καί κινούμενος ὅλως,
καί ἀντιστῆναι πρός αὐτόν μή ἰσχύων, ὁ τάλας,
- πῶς γάρ καί ἀντιστήσεσθαι εἶχον νεκρός ὑπάρχων;-
πάσης κακίας ὄργανον, πάσης  παρανομίας
καί ἐργασίας πονηρᾶς δόκιμον ἐργαλεῖον
γέγονα, ὁ ταλαίπωρος, ἀπατηθείς δολίως· 
κατέχων γάρ με τῇ χειρί καί δυνατῶς ἑλκύων
κοπραγωγοῖς ἐρρύπου με καί παντοίοις βορβόροις
καί δυσωδίαις με πικραῖς ἐνέβαλε καί τούτοις
ἐποίει ἐνευφραίνεσθαι, ὤ τῆς ἀναισθησίας! 
Πρός ἁρπαγάς, πρός φθόνους τε, πρός θανάτους ἀδίκους,
πρός λοιδορίας, πρός ὀργάς, πρός πᾶν εἶδος κακίας,
ἵνα σοι εἴπω συνελών, ἐνεργοῦντά με εὗρε,
μᾶλλον δ’ ἐχρήσατο αὐτός ἐμοῦ μή βουλομένου.
Ἀφ’ οὗ γάρ καί ἀπέρριψα ἐμαυτόν ἑκουσίως
ἐκ τῆς χειρός τῆς τοῦ Θεοῦ καί τῶν αὐτοῦ ἁγίων,
καί ἥρπασέ με ὁ δεινός ἄρχων καί ψυχοφθόρος
καί τῇ ἐκείνου με χειρί κατέσχε θέλοντός μου,
οὐκέτι τοῦ μή ἐνεργεῖν ἴσχυον τά ἐκείνου,
ἀλλά ἐν πᾶσι τοῖς αὐτοῦ θελήμασιν ἐνήργουν.
Οὐκ οἶδε γάρ ἀντιλέγειν τό ξίφος τῷ κρατοῦντι,
ἀλλ’ ὅπου ἄν καί βούληται, ὁ κρατῶν τούτῳ χρᾶται.
Ὁ οὖν ποιήσας  με Θεός ἄνωθεν ἐπιβλέψας
καί τοῦ τυράννου τῇ χειρί κρατούμενον ἰδών με
ᾠκτείρησεν, ἀφήρπασε τῆς ἐκείνου χειρός με
καί πάλιν με εἰσήγαγεν εἰς παράδεισον θεῖον,
εἰς ἐμπελῶνα τόν αὐτοῦ, εἰς γεωργῶν τε χεῖρας
παρέδωκεν ἁγίων με τοῦ ἐνεργεῖν τά θεῖα,
ἐργάζεσθαι τάς ἀρετάς, τάς ἐντολάς φυλάσσειν
καί τῶν ἁγίων τῆς χειρός παρεκτός  μή κινεῖσθαι,
ἵνά μή πάλιν με εὑρών ὁ κακίας ἐργάτης
ἔξω χειρός διάγοντα ἁγίας ἁφαρπάσῃ
καί τά αὐτοῦ με ἐνεργεῖν αὖθις παρασκευάσῃ.
Οἱ καλοί οὖν με γεωργοί καί συμπαθεῖς λαβόντες
καί ταῖς χερσί ταῖς ἑαυτῶν ὅλον τό θέλημά μου
ἄραντες, ταπεινώσει με εὐθύς καί μετανοίᾳ
ἐνεργεῖν τε ἐπέτρεψαν καί πενθεῖν ἀενάως.
Ταῦτα γάρ, εἶπόν μοι, τέκνον, τά τρία οἱ τηροῦντες
καί ἐπιμένοντες αὐτῶν τῇ καλῇ ἐργασίᾳ
συντόμως, ὡς οὐκ ἴσασιν, ἀνάγονται πρός δόξαν,
κάθαρσιν καί ἀπάθειαν καί θεωρίαν θείαν,
καί ταῖς χερσί τοῦ δυσμενοῦς ἁλίσκονται οὐδέπω,
ἀλλ’ ἐκ Θεοῦ συγχώρησιν πάντων ἁμαρτημάτων,
σφαλμάτων πάντων τε ὁμοῦ λαμβάνουσι καί οὕτως
υἱοί ὑψίστου γίνονται καί θεοί κατά χάριν
καί ἐργαλεῖα εὔχρηστα, πᾶν καλόν ἐνεργοῦντα,
μᾶλλον δέ θεῖοι γεωργοί ἄλλους καθοδηγοῦντες
πρός πράξεις ὄντως ἀγαθάς, πρός ἔργα σωτηρίας.
Τούτοις - πάντες ἀκούσατε! - πιστεύσας καί ποιήσας
καί ταῖς χερσί τῶν τοῦ Θεου γεωργῶν τε καί δούλων
κατά τήν πρόσταξιν αὐτοῦ ἐμαυτόν ἐκδούς ὅλον,
ἀπαραλλάκτως ἐν ἐμοί πάντα ἐκβεβηκότα
εὕρηκα καί ἐθαύμασα καί τοῖς πᾶσι κραυγάζω,
μεγαλοφώνως ἐκβοῶν καί παραινῶν καί λέγων· 
οὐδέ γάρ φέρω σιωπῇ ταῦτα καταχωννύειν· 
Δράμετε, ὅσοι τοῦ Θεοῦ καί τῶν αὐτοῦ ἁγίων
ἑαυτούς ἐπαισθάνεσθε τῶν χειρῶν ὄντας ἔξω.
Σπεύσατε καί κολλήθητε τούτοις ἀδιασπάστως
πίστει, ἀγάπῃ τε θερμῇ καί ὅλῃ προαιρέσει,
ῥίψατε ἅπαν φρόνημα καί θέλημα οἰκεῖον
καί ταῖς ἐκείνων γε χερσί τάς ψυχάς ὑμῶν δότε,
ὡς ἐργαλεῖα ἄψυχα, μηδέν ἐκτός ἐκείνων
ποιοῦντες ἤ κινούμενοι ἤ ἐνεργοῦντες ὅλως.
Τό δέ ἐκείνων φρόνημα ὑμέτερον γινέσθω,
ὡσαύτως καί τό θέλημα τό ἅγιον ἐκείνων,
ὡς ὄν τοῦ Θεοῦ θέλημα παρ’ ὑμῶν ἐκπληρούσθω
καί οὕτως σύντομον ὁδόν ἀπρόσκοπόν τε ὅλως
ὁδεύσαντες γενήσεσθε φίλοι Θεοῦ ὑψίστου,
καί βασιλείας οὐρανῶν ἀγαθῶν τε ἀφράστων
κληρονόμοι ὀφθήσεσθε ἐν ὀλίγαις ἡμέραις.
Ἅμα τῷ ἐπιβῆναι γάρ τῆς ὁδοῦ τῆς εὐθείας
ἅπασι συναρίθμιοι γενήσεσθε ἁγίοις,
καί μακαρίους ἅπαντας βροτούς ἡμαρτηκότος
καί ταύτην διοδεύσαντος τήν ὁδόν τήν τραχεῖαν,
τήν στενήν τε καί σύντομον καί ἀκίνδυνον οὖσαν, 
πρός πλάτος τε ἀπάγουσαν ζωῆς τῆς αἰωνίου,
ὡς ὑποδείξαντος ὑμῖν ὑπερεύξασθε πάντες,
οἱ εὐπροθύμως ἐν αὐτῇ θελήσαντες βαδίσαι
καί κατά πόδας τοῦ Χριστοῦ θερμῶς ἀκολουθῆσαι,
ἵνα κἀγώ τε καί ὑμεῖς εὑρεθῶμεν ἐν ταύτῃ,
ἀμέμπτως πορευόμενοι ἄχρι τέλους τοῦ βίου,
ἀλλά καί ὅσοι τόν Χριστόν ἰδεῖν ἐπιποθοῦσιν,
ὅπως ὁμοῦ μετά χαρᾶς τά σώματα λιπόντες
πρός τήν ἐκεῖ κατάπαυσιν, πρός πλάτος παραδείσου
χωρήσωμεν καί τῆς ζωῆς δειχθῶμεν κληρονόμοι
καί τοῦ Θεοῦ ἀχώριστοι καί πάντων τῶν ἁγίων
ἐν Χριστῷ τῷ μονογενεῖ Υἱῷ καί Θεῷ Λόγῳ
μετά τοῦ Θείου Πνεύματος, τῆς Ἁγίας Τριάδος
ἐσόμεθα νῦν καί ἀεί καί εἰς πάντας τούς αἰῶνας τῶν 
αἰώνων,
ἀμήν.



Ἑπόμενο: ΝΕ'. Ὅτι τοῖς τό ἅγιον φυλάξασι βάπτισμα καθαρόν παραμένει τό Πνεῦμα τό Ἅγιον· ἀπό δέ τῶν μολυνάντων αὐτό ἀπανίσταται.
Προηγούμενο: ΝΓ'. Κατά διάλεκτον Θεοῦ καί τοῦ πατρός τῶν λόγων ὁ λόγος· καί ὅπως ὑπό τοῦ Ἁγίου Πνεύματος ἐλλαμπόμενος ὁ θεῖος οὗτος πατήρ ὡμίλει Θεῷ καί ὑπ’ ἐκείνου ἐμυσταγωγεῖτο τά θεῖά τε καί ἀνθρώπινα.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος