Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΝΣΤ'. Εὐχή πρός Θεόν ἐπί τοῖς γεγονόσιν εἰς αὐτόν, ἱκετήριός τε ὁμοῦ καί εὐχαριστήριος.
Προηγούμενο: ΝΔ'. Ὅτι ἑκάστῳ τῶν ἀνθρώπων δέδωκεν ὁ Θεός προσφυῶς καί πρός τό συμφέρον τό χάρισμα διά Πνεύματος Ἁγίου εἰς τό ἐνεργεῖν, οὐχ ὥσπερ αὐτός θέλει, ἀλλ’ ὡς ὑπ’ αὐτοῦ προωρίσθη, εἰς τό μή κενόν εἶναι μέσον τῆς ἐκκλησίας αὐτοῦ.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΝΕ'. Ὅτι τοῖς τό ἅγιον φυλάξασι βάπτισμα καθαρόν παραμένει τό Πνεῦμα τό Ἅγιον· ἀπό δέ τῶν μολυνάντων αὐτό ἀπανίσταται.

  
Σύ με γινώσκεις, ὦ Χριστέ, πάσης παρανομίας
ἐργάτην, ἀλλά καί κακῶν ὄντως παντοίων σκεῦος·
ὅπερ οἶδα πάντωςα κἀγώ καί πέπλησμαι αἰσχύνης,
καί ἐντροπῆς καί θλίψεως ὀδύνη με κατέχει,
καί πόνος ὁ ἀφόρητος κρατεῖ μου τήν καρδίαν,
ἀλλά τό φῶς σου λάμψαν μοι μυστικῶς τοῦ προσώπου
τούς λογισμούς ἐδίωξεν, ἀπήλειψε τόν πόνον
καί χαράν ἀντεισήγαγε τῇ ταπεινῇ ψυχῇ μου.
Θέλω οὖν θλίβεσθαι, Χριστέ, καί θλῖψις οὐ κολλᾷ μοι,
καί θλίβομαι, μή διά ταύτην μᾶλλον
ἀπόλωμαι καί τῆς χαρᾶ στερηθῶ τῆς μελλούσης.
Ἀλλά με ταύτης, Δέσποτα, μηδέποτε στερήσῃς,
μή νῦν, μή ἐν τῷ μέλλοντι αἰῶνι, Βασιλεῦ μου.
Χαρά γάρ τοῦ προσώπου σου ἡ θεωρία ἔστιν,
οὐ γάρ ὑπάρχεις ἀγαθόν ἅπαν, Θεέ μου, μόνον,
ἀλλά καί τοῖς ὁρῶσί σε πᾶν ἀγαθόν παρέχεις,
μετουσίᾳ μεθέξει τε ἐμπιπλᾷς, οὕσπερ βλέπεις,
οὐ μόνον ἐν τῷ μέλλοντι - φεῦ τούς τοῦτο λαλοῦντας! - 
ἀλλά καί νῦν ἐν σώματι τούς ὄντας σου ἀξίους,
ἤγουν καθάραντας αὐτούς διά τῆς μετανοίας
ὁρᾷς, ὁρᾶν σε δέ τρανῶς κἀκείνοις ἐμπαρέχεις
οὐδαμῶς ἐν φαντάσματι ἤ νοός ἐνθυμήσει,
ἀλλ’ οὐδέ μνήμῃ τῇ ψιλῇ, ὥς τινες αὖ νοοῦσιν,
ἀλλ’ ἀληθείᾳ πράγματος θείου καί φρικτοῦ ἔργου,
εἰς ἀποπλήρωσιν ὄντως οἰκονομίας θείας·
τηνικαῦτα γάρ ἕνωσιν ποιεῖς τῶν διεστώτων
σύ ὁ Θεός, ἁμαρτωλῶν πάντων ὤν σωτηρία.
Οἱ γάρ τό βάπτισμα σό σόν λαβόντες ἐκ νηπίων
καί ἀναξίως ζήσαντες τούτου κατά τόν βίον
ἕξουσι τό κατάκριμα πλεῖον τῶν ἀβαπτίστων,
ὡς εἶπας, ἐνυβρίσαντες στολήν σου τήν ἁγίαν·
καί τοῦτο, Σῶτερ, βέβαιον καί ἀληθές γινώσκων,
δέδωκας τήν μετάνοιαν εἰς κάθαρσιν δευτέραν
καί ὁρον ταύτης τέθηκας τοῦ Πνεύματος τήν χάριν,
ἥνπερ ἐν τῷ βαπτίσματι ἐλάβομεν τό πρῶτον· 
καί γάρ οὐ μόνον ὕδατι τήν χάριν εἶπας εἶναι,
ἀλλά καί μᾶλλον Πνεύματι Τριάδος ἐπικλήσει.
Ἐπεί οὖν βεβαπτίσμεθα παῖδες ἀναισθητοῦντες,
ὡς ἀτελεῖς καί ἀτελῶς δεχόμεθα τήν χάριν,
τῆς πρώτης παραβάσεως λαμβάνοντες τήν λύσιν· 
καί τούτου μόνου, ὡς δοκῶ, ἕνεκα καί τελεῖσθαι
προσέταξας, ὦ Δέσποτα, λουτρόν τοῦτο τό θεῖον,
ὅπερ οἱ βαπτιζόμενοι ἐντός τοῦ ἀμπελῶνος
εἰσέρχονται λυτρούμενοι τοῦ σκότους καί τοῦ ᾅδου,
καί τοῦ θανάτου καί φθορᾶς ὅλως ἐλευθεροῦνται
- ὁ ἀμπελών παράδεισος νοεῖταί μοι καί ἔστιν,
ἐξ οὗπερ ἐκπεπτώκαμεν πάλιν ἀνακληθέντες -· 
καί ὥσπερ τότε ὁ Ἀδάμ ἦν πρό τῆς ἁμαρτίας,
οὕτω καί πάντες γίνονται οἱ γνώσει βαπτιθέντες
πλήν τῶν οὐ λαβόντων αἴσθησιν  νοεράν ἀναισθήτως,
ἥνπερ ποιεῖ ἐρχόμενον ἐνεργείᾳ τό Πνεῦμα.
Ὀμοίως καί τάς ἐντολάς ἐργάζεσθαι οἱ πάντες,
ὡς ὁ Ἀδάμ, ἐλάβομεν καί φυλάσσειν ὡσαύτως
ἐν πνεύματι πνευματικόν νόμον οὔσας καί θεῖον,
ἐν σώματι σωματικῶς τελούμενον ἐν πράξει.
Διπλοῦς γάρ ὤν ὁ ἄνθρωπος διπλοῦ δέεται νόμου· 
οὗ γάρ καί ἀμελήσειεν, ἐκπίπτει καί τοῦ ἄλλου.
Ψυχή γάρ μόνη τά καλά ἐνεργεῖν οὐκ ἰσχύει
ἔργα, τό σῶμα πρᾶσσον δέ δίχα γνώσεως θείας
ὡς βοῦς κάμνων λογίζεται ἤ ἀχθοφόρον ζῴον.
Οἱ οὖν ἐν ἀμπελῶνί σου εἴτ’ οὖν ἐν παραδείσῳ 
διά βαπτίσματος τοῦ σοῦ ἀνακληθέντες ἅμα
καί ὅλως ἀναμάρτητοι ἤ καί ἁγιασμένοι
εἰσελθόντες, ἐγένοντο ὥσπερ Ἀδάμ ὁ πρῶτος·
εἶτα προσαμελήσαντες τοσαύτης σωτηρίας
καί τηλικαύτης σου, Χριστέ, ἀφάτου προμηθείας
χείρονα ὑπέρ τόν Ἀδάμ ἔργα πεποιηκότες,
καταφρονήσαντες ὁμοῦ καί σῆς φιλανθρωπίας,
μή ἔργον λογισάμενοι φρικτῆς οἰκονομίας
τό λουτρόν τοῦ βαπτίσματος ἐν Πνεύματι Ἁγίῳ.
Ἆρά γε, ὥσπερ οἴονται οἱ πολλοί τῶν ἀνθρώπων,
καταληφθῶσιν ἔνδοθεν εἶναι καί ἁμαρτάνειν,
καί ἐασθῶσιν ἅγιοι πάλιν οἱ μολυνθέντες
καί τόν χιτῶνά σου κακῶς σπιλώσαντες, Σωτήρ μου,
καί τούτων ἔνδοθεν οἰκεῖν τῆς ῥυπαρᾶς καρδίας
ὁ καθαρός, ὁ ἅγιος κἄν ποσῶς καταδέξῃ; 
Ἄπαγε, εἶπεν ὁ Θεός, μή μοι γένοιτο, τέκνον! 
Οἶδας γάρ, ὡς βεβάπτισαι καί σύ, ἀλλ’ ἐμολύνθης
καί ὡς παιδίον ἥμαρτες, ὡς ἄφρων ἐπλανήθης,
καί οἶδας, πόσα ἔκλαυσας, πόσα δέ συνετρίβῃς,
πῶς τε τόν κόσμον ἅπαντα ἀπηρνήσω καί μόλις
δυσωπηθείς ταῖς προσευχαῖς Συμεών τοῦ πατρός σου,
ἀρχῆθεν μόνῳ τῷ νοΐ, ἐν νοερᾷ αἰσθήσει,
φωνῆς τε κατηξίωσα, ἔπειτα καί ἀκτῖνος,
καί μετά τοῦτο αἴγλη σοι ἐφάνην φιλανθρώπως.
Εἶτα νεφέλη γέγονα μικρά πυρός ἐν εἴδει,
τῇ κεφαλῇ σου ἄνωθεν ἐπικαθεζομένη,
καί θεωρίαν μόνην σοι τοῦ εἴδους παρειχόμην,
καί τῇ ἐκπλήξει δάκρυα σύν πολλῇ κατανύξει,
φλέγων τό πάχος τῆς σαρκός, τῆς κεφαλῆς τόν ζόφον,
ὡς καί καέντος ἐν πυρί ὀσμήν γενέσθαι τούτων
κρέατος τοίνυν ἐξ αὐτῆς γενομένην, ὡς οἶδας.
Τά μετά ταῦτα δέ κακά καί τήν στενοχωρίαν,
ὅσην τότε ὑπέμεινας, σύ πάντως ἐπελάθου.
Ἀλλ’ οὖν ἐγώ ἐπίσταμαι, ὁ εἰδώς Θεόν πάντα,
τήν πίστιν, τήν ταπείνωσιν τήν εἰς τόν σόν πατέρα
καί τοῦ θελήματος τοῦ σοῦ τήν ἄρνησιν εἰς ἅπαν,
ὅπερ μαρτύριον ἐμοί λογίζεται καί ἔστιν.
Ὁ γάρ μή ἔχων θέλημα ἴδιον πάντως θνῄσκει,
ἐν τῷ ἐμῷ δ’ εὑρίσκεται θελήματι καί ζῇ γάρ.
Μόλις οὖν οὕτως ὄντος σου κἀκείνου καθ’ ἑκάστην
βιάζοντος τοῖς δάκρυσι τόν ἀγαθόν με φύσει,
συχνότερόν σοι φαίνεσθαι ἠρξάμην, ὥσπερ οἶδας,
κατά μικρόν σου τήν ψυχήν καθαίρων μετανοίᾳ 
καί καταφλέγων τῶν παθῶν ἀποκειμένας ὕλας,
οὐ σαρκικάς, οὐχ ὑλικάς, ἀλλ’ ἀΰλους ἀκάνθας
ὡς νέφη, ζόφον ὡς παχύν, ὁμίχλην τε καί σκότος,
νηστείᾳ λεπτυνθέντος σου δηλαδή καί τοῖς πόνοις
τῆς ἀγρυπνίας, τῆς εὐχῆς, πάσης κακοπαθείας,
καί ἀενάως δάκρυσι θερμοῖς ἐκπλυνομένου
ἐν τῇ εὐχῇ, ἐν τῇ τροφῇ, ἐν τῷ ποτῷ δέ μᾶλλον,
καί μόλις σε χωρητικόν ἀπειργασάμην σκεῦος,
οὐ μόνον δέ χωρητικόν, ἀλλά κεκαθαρμένον,
πυρός ἐν μέσῳ μένειν τε ἀκατάφλεκτον πρόσεχε!
Τοιοῦτον οὖν ποιήσας σε, ὅπερ ἑώρας τότε
περιπετόμενον ἐν σοί φῶς καί περικυκλοῦν σε
εἰσῆλθεν ὅλον ἐντός σου ἀπρόσιτον ὄν φύσει
καί τήν καλήν ἀλλοίωσιν ξένως ἠλλοίωσέ σε.
Τοῦτο οὖν, εἰ μή ἅπασιν ἔργοις με θεραπεύεις, 
ἀλλά μικρόν εἰσδέξῃ λογισμόν ἐν καρδίᾳ
ἤ ἀηδίαν πρός τινα εὐλόγως ἤ ἀλόγως,
πρός δέ καί λόγου προσβολήν ἤ πονηρᾶς ἐννοίας
εἰ μή μετανοήσειας θερμῶς μετά δακρύων
καί ἐξορίσεις ἀπό σοῦ ταῦτα τῇ μετανοίᾳ,
ἀλλά καί πᾶσαν πονηράν ἐνθύμησιν καρδίας,
οὐ παραμένειν πέφυκε· Πνεῦμα γάρ ἐστι Θεῖον, 
ἐμοί συνόν καί τῷ Πατρί ὡς ὁμοούσιόν μοι, 
λάθρα δ’ αἴφνης ἀφίπταται, ὡς ἥλιος εἰσδύσας,
καί κρυβηθέν ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ, οὐχ ὁρᾶται.
Πῶς οὖν ὑπάρξει ἐν ψυχῇ μηδ’ ὅλως καθαρθείσῃ,
μή εἰς συναίσθησίν ποτε ἐλθούσῃ μετανοίας; 
Ἤ πῶς καί ὑπενέγκοιτο πυρός ἀστέκτου φύσιν
ἀκάνθας γέμουσα παθῶν ψυχή καί ἁμαρτίας,
οὐσίαν πῶς χωρήσειεν ἀχώρητον εἰς ἅπαν,
πῶς σκότος οὖσα συγκραθῇ φωτί τό ἀπροσίτῳ 
καί μή ἀφανισθήσεται αὐτοῦ τῇ παρουσίᾳ; 
Οὐκ ἔστι, τέκνον, οὐδαμῶς δυνατόν ὅλως τοῦτο! 
Ἐγώ κτισμάτων πάντων γάρ εἰμί κεχωρισμένος· 
ἐπεί δέ κτίσμα γέγονα, τῶν ἁπάντων ὁ κτίστης,
σαρκί καί μόνον ὅμοιος ὑπῆρξα τοῖς ἀνθρώποις,
ψυχήν ἀναλαβόμενος καί νοῦν ὁμοίως τούτοις.
Οὐδέ γάρ πάντας ἐν τἀυτῷ τότε θεούς ἀνθρώπους 
πεποίηκα, ἀλλ’ ἄνθρωπος ἐγενόμην ἐγώ μέν· 
τῇ πίστει δέ καί τῶν ἐμῶν ἐντολῶν τῇ τηρήσει,
ἀλλά καί τῷ βαπτίσματι, ἐν θείᾳ μεταλήψει
τῶν φρικτῶν μυστηρίων μου πᾶσι ζωήν δωροῦμαι.
Ζωήν δ’ εἰπών ἐδήλωσα τό Πνεῦμα μου τό Θεῖον· 
πλήν τοῦτο γινωσκέτωσαν, καθώς εἶπεν ὁ Παῦλος,
οἱ ἔχοντες τό Πνεῦμά μου ἐν ταῖς αὐτῶν καρδίαις,
λάμπον καί κράζον ἔχουσι πρός τόν ἐμόν Πατέρα,
καί πρός με λέγει δι’ αὐτῶν· Ὦ ἀββᾶ, ὁ πατήρ μου! 
Ὡς τέκνα γάρ γεγόνασι Θεοῦ καί παρρησίᾳ
γνωρίζοντές με βλέπουσι καί πατέρα καλοῦσι· 
λέγει δέ καί πρός ἕκαστον τῶν αὐτό νῦν ἐχόντων
ἐν ἑαυτοῖς παναληθῶς· Ὦ τέκνα, μή φοβεῖσθε! 
Ἰδού ἐγώ, ὡς βλέπετε, ἐντός ὑμῶν ὑπάρχω
καί σύνειμι, καί τῆς φθορᾶς ἅπαξ καί τοῦ θανάτου
ἐλευθερῶ καί δείκνυμι τίνος τέκνα καί φίλους
ὑμᾶς, ἰδού, πεποίηκ· χαίρετε ἐν Κυρίῳ!
Τοῦτο οὖν ἔσται ἀληθές σημεῖον τοῖς ἀνθρώποις,
ὅτι Θεοῦ γεγόνασιν υἱοί καί κληρονόμοι,
ὅτι λαβόντες ἔχουσι τό Πνεῦμά μου τό Θεῖον,
ἐντεῦθέν τε Χριστιανοί χρηματίζουσιν ὄντως
ἀληθείᾳ καί πράγματι, οὐκ ὀνόματι μόνῳ.
Ταῦτα  πιστά καί ποθεινά τυγχάνουσι, Χριστέ μου· 
οὕσπερ προέγνωκας σαφῶς καί δέδωκας γενέσθαι
συμμόρφους τῆς εἰκόνος σου ἐν Πνεύματι τῷ Θείῳ,
καί πάντῃ δυνατά ἐστιν αὐτοῖς ὡς κεκλημένοις
εἰς τήν χαράν τήν ἄφραστον ὑπό σοῦ εἰς αἰῶνας.
Τοῖς δέ λοιποῖς ἀδύνατα  πᾶσι δοκοῦσι ταῦτα, 
οἵ καί διαβάλλοντες ἀπιστοῦσιν εἰς ἅπαν
φρεναπατοῦντες ἑαυτούς, ἤ καί παραμυθεῖσθαι
οἴονται οἱ παράφρονες ἐπί κεναῖς ἐλπίσιν,
ὑψηγοροῦντες ὡς κομψοί τοῖς ἐπηρμένοις λόγοις,
καί πρός τά φίλα ἑαυτῶν ἀλληγοροῦντες ταῦτα
τῶν φοβερῶν σου ἐντολῶν καταφρονοῦσιν ὅλως.
Σέ γάρ ζητεῖν οὐ θέλουσιν, ἔχειν γάρ σε δοκοῦσιν·
εἰ δέ ὁμολογήσουσι μή ἔχειν σε, Θεέ  μου,
τότε σε πάντῃ ἄληπτον κηρύσσουσι τοῖς πᾶσι,
καί ὡς οὐδείς θεάσασθαι ἰσχύει σε ἀνθρώπων,
οὐδέ ὑπάρχει ὁ αὐτῶν ὑπερέχων ἐν γνώσει.
Ἤ γάρ τοῖς πᾶσί τε ληπτόν καί προσιτόν ἀνθρώποις,
ἤ ἄληπτον, ἀπρόσιτον διδάσκουσί σε πάντῃ· 
ὅμως ἐν ἀμφοτέροις δέ σφάλλονται, μή νοοῦντες 
τά θεῖα καί ἀνθρώπινα, ἐσκοτισμένοι ὄντες.
Οἷς βράβευσον φῶς γνώσεως, δός χεῖρα φόβου θείου,
δός ἀναστῆναι τῆς κακῆς ὑπονοίας τοῦ λάκκου
καί εἰς συναίσθησιν ἐλθεῖν ὅτι ἐν λάκκῳ κεῖνται, 
ἐν σκότει καί καθέζονται, φῶς θεῖον οὐχ ὁρῶντες.
Ὅ μαρτυροῦσιν ὅτι νῦν εἰσίν οἱ βλέποντές σε.
Οἷς εἰ μή λάμψῃ σου τό φῶς καί ἴδωσιν ἐν γνώσει,
πῶς ἄν πιστεύσωσι τρανῶς ὅτι ἀξίοις φαίνῃ
καί συλλαλεῖς καί συνοικεῖς νῦν καί εἰς τούς αἰῶνας
αὐτοῖς ὡς φίλοις, ὠς πιστοῖς δούλοις σου, καθώς εἶπας;
Ἀλλά πιστῶν σύ εἶ Θεός, οὐχί δέ καί ἀπίστων,
οὗ χάριν πρός αὐτούς ὅλως οὐκ ἐπιβλέπεις.
Τοῖς γάρ ἀπαρνουμένοις σε καί λέγουσι μή λάμπειν
τό φῶς σου τό ἀΐδιον εἰς ψυχάς τῶν ἀξίων,
πῶς σου φωτός τό πρόσωπον ὑποδείξῃς, Σωτήρ μου;
Οὐδαμῶς, εἰ μή κτήσονται πίστιν πολλήν, ὡς εἶπας,
καί τόν νόμον φυλάξουσι τόν θεῖόν σου προθύμως
μέχρι θανάτου ἑαυτούς διά σέ ἐκδιδόντες
εἰς ἐργασίαν ἀληθῆ τῶν σοφῶν ἐντολῶν σου.
Τοῦτο οὖν τό σωτήριον πάντων τῶν σῳζομένων, 
ὁδός οὐκ ἔστιν ἄλλη δέ, ὡς εἶπας, ὦ Θεέ μου.
Δός ἔλεος, δός ἔλεος δεομένοις σου, Σῶτερ, 
νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. 
Ἀμήν. 



Ἑπόμενο: ΝΣΤ'. Εὐχή πρός Θεόν ἐπί τοῖς γεγονόσιν εἰς αὐτόν, ἱκετήριός τε ὁμοῦ καί εὐχαριστήριος.
Προηγούμενο: ΝΔ'. Ὅτι ἑκάστῳ τῶν ἀνθρώπων δέδωκεν ὁ Θεός προσφυῶς καί πρός τό συμφέρον τό χάρισμα διά Πνεύματος Ἁγίου εἰς τό ἐνεργεῖν, οὐχ ὥσπερ αὐτός θέλει, ἀλλ’ ὡς ὑπ’ αὐτοῦ προωρίσθη, εἰς τό μή κενόν εἶναι μέσον τῆς ἐκκλησίας αὐτοῦ.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος