Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΝΖ'. Ὅτι ὁ τόν Θεόν ἐξ ὅλης ποθήσας ψυχῆς μισεῖ τόν κόσμον.
Προηγούμενο: ΝΕ'. Ὅτι τοῖς τό ἅγιον φυλάξασι βάπτισμα καθαρόν παραμένει τό Πνεῦμα τό Ἅγιον· ἀπό δέ τῶν μολυνάντων αὐτό ἀπανίσταται.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΝΣΤ'. Εὐχή πρός Θεόν ἐπί τοῖς γεγονόσιν εἰς αὐτόν, ἱκετήριός τε ὁμοῦ καί εὐχαριστήριος.

  
Κύριε, δός μοι σύνεσιν, Κύριε, δός μοι γνῶσιν,
Κύριε, δίδαξον κἀμέ ποιεῖν τάς ἐντολάς σου.
Κἄν ἥμαρτον ὡς ἄνθρωπος ὑπέρ ἄνθρωπον, οἶδας,
ἀλλά σύ τῇ οἰκείᾳ σου, Θεέ μου, εὐσπλαγχνίᾳ 
ἠλέησάς με τόν πτωχόν, τόν ὀρφανόν ἐν κόσμῳ,
καί ἐποίησας, Δέσποτα, ὅ μόνος σύ γινώσκεις· 
ἀπό πατρός καί ἀδελφῶν, συγγενῶν τε καί φίλων,
ἀπό γῆς τῆς γενέσεως, ἐξ οἴκου γονικοῦ μου
ὡς ἐξ Αἰγύπτου σκοτεινῆς, ὡς ἐξ ᾅδου μυχῶν με
- οὕτω γάρ ἐμοί δέδωκας, τῷ εὐτελεῖ σου δούλῳ,
περί ἐκείνων ἐννοεῖν καί λέγειν ἐν συνέσει - 
ἀποχωρίσας, εὔσπλαγχνε, καί προσλαβόμενός με
καί τῇ χειρί σου τῇ φρικτῇ κρατήσας ἤγαγές με,
εἰς ὅν ηὐδόκησας ἐν γῇ γενέσθαι μου πατέρα,
καί τοῖς ποσί προσέρριψας αὐτοῦ καί ταῖς ἀγκάλαις.
Κἀκεῖνός με προσήγαγε τῷ σῷ Πατρί, Χριστέ μου,
καί σοί διά τοῦ Πνεύματος, ὦ Τριάς, ὁ Θεός μου,
κλαίοντα ὡς τόν ἄσωτον καί προσπίπτοντα, Λόγε,
καθώς αὐτός ἐπίστασαι, ὅτι ἐδίδαξάς με,
καί σύ οὐκ ἀπηξίωσας υἰόν σου με καλέσαι.
Ὤ ἀναξίου στόματος καί ῥυπαρῶν χειλέων,
ὤ λόγου γλώσσης πενιχρᾶς ὑμνεῖν σε ἀπορούσης,
εὐχαριστεῖν τε καί λαλεῖν τάς σάς εὐεργεσίας, 
ἅς εἰς ἐμέ τόν ὀρφανόν ἐποίησας καί ξένον,
ξένον ὑπάρχοντα ἐν γῇ. Οἰ γάρ σοί κόσμου ξένοι,
τά δέ γε σά καί τά τῶν σῶν ὀφθαλμοί οὐχ ὁρῶσιν,
γλῶσσα λαλεῖν οὐ δύναται, οὐδέ κόσμος χωρῆσαι.
Διά τοῦτο οὖν, Δέσποτα, μισεῖ ἡμᾶς ὁ κόσμος, 
ἀποδιώκει, λοιδορεῖ, φθονεῖ, μαίνεται, κτείνει
καί πάντα πράσσει καθ’ ἡμῶν περιπίπτων ἐν τούτοις· 
ἡμεῖς δέ, ὡς εὐδόκησας, οἱ ταπεινοί σου δοῦλοι
ἐν ἀσθενείᾳ ἰσχυροί, ἐν πενίᾳ πλουτοῦμεν,
ἐν πάσῃ θλίψει χαίρομεν ὄντες ἔξω τοῦ κόσμου.
Ἡμεῖς, ὤ Δέσποτα, σύν σοί, κόσμος δ’ ἔχει τό σῶμα.
Λοιπόν, πλανᾶται ὁ τυφλός πηλόν κατέχων μόνον,
ὅς οὐδ’ αὐτόν κερδήσειε· δώσει γάρ, ὡς ὑπέσχου,
ἐν τῇ ἐσχάτῃ σάλπιγγι πνευματικόν καί τοῦτον,
καί τότε μόνος τά κακά τά ἴδια κερδήσει
σύν τοῖς ὁμόφροσιν αὐτοῦ καί τυφλοῖς φιλοκόσμοις.



Ἑπόμενο: ΝΖ'. Ὅτι ὁ τόν Θεόν ἐξ ὅλης ποθήσας ψυχῆς μισεῖ τόν κόσμον.
Προηγούμενο: ΝΕ'. Ὅτι τοῖς τό ἅγιον φυλάξασι βάπτισμα καθαρόν παραμένει τό Πνεῦμα τό Ἅγιον· ἀπό δέ τῶν μολυνάντων αὐτό ἀπανίσταται.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος