Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΕΠΙΣΤΟΛΕΣ.
Προηγούμενο: ΝΖ'. Ὅτι ὁ τόν Θεόν ἐξ ὅλης ποθήσας ψυχῆς μισεῖ τόν κόσμον.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΝΗ'. Διδασκαλία κοινήν σύν ἐλέγχῳ πρός πάντας· βασιλεῖς, ἀρχιερεῖς, ἱερεῖς, μονάζοντας, λαϊκούς, ὑπό στόματος λαληθεῖσα καί λεγομένη Θεοῦ.

 
Ὦ Χριστέ, παράσχου μοι λόγους σοφίας,
λόγους γνώσεως καί συνέσεως θείας.
Σύ γάρ οἶδάς μου τό ἀσθενές τοῦ λόγου
καί ἀμέτοχον μαθήσεως τῆς ἔξω· 
σύ ἐπίστασαι, ὅτι σέ μόνον ἔχω
ζωήν καί λόγον καί γνῶσιν καί σοφίαν,
σωτῆρα Θεόν καί προστάτην ἐν βίῳ
καί ἀναπνοήν τῆς ταπεινῆς ψυχῆς μου,
ὁ ξένος ἐγώ καί ταπεινός τοῖς λόγοις.
Σύ εἶ ἡ ἐλπίς μου, σύ ἡ ἀντίληψίς μου,
σύ ἡ σκέπη μου, σύ ἡ καταφυγή μου,
σύ τό καύχημα, ὁ πλοῦτός μου, ἡ δόξα.
Σύ ἐκ τοῦ κόσμου ἠθέλησάς με, Λόγε,
κατ’ εὐσπλαγχνίαν προσλαβέσθαι τόν ξένον,
τόν ἀνάξιον, τόν εὐτελῆ καί χείρω
παντός ἀνθρώπου, παντός ἀλόγου ζῴου,
καί διά τοῦτο θαρρῶν σου τῷ ἐλέει
καί αἰτοῦμαί σε καί λαλῶ καί προσπίπτω· 
δός λόγον εὐθῆ, δός ἰσχύν, δός μοι κράτος
εἰπεῖν πρός πάντας τούς σοί ἀνακειμένους
καί λατρεύοντάς σοι, βασιλεῦ τῶν πάντων,
λαλῆσαι μύσταις, ἄρχουσί τε καί λάτραις,
τοῖς δοκοῦσί σε βλέπειν καί θεραπεύειν
καί δουλεύειν σοι ὡς Δεσπότῃ γνησίως.
Ἄνθρωποι πάντες, βασιλεῖς καί δυνάσται,
ἱερεῖς, ἐπίσκοποι, μονασταί καί μιγάδες,
μή ἀπαξιώσητε φωνῆς ἀκοῦσαι
καί λόγων ἐμοῦ τοῦ εὐτελοῦς ἀνθρώπου,
ἀλλά καρδίας ἀνοίξατέ μοι ὦτα
καί ἀκούσατε καί σύνετε, τί λέγει
ὁ πάντων Θεός καί πρό πάντων αἰώνων,
ὁ ἀπρόσιτος, ὁ μόνος παντοκράτωρ,
οὗ ἐν τῇ χειρί πνοή πάντων τῶν ὄντων· 
Βασιλεῖς! Καλῶς ποιεῖτε πολεμοῦντες τά ἔθνη,
ἐάν μή αὐτοί τά τῶν ἐθνῶν ποιοῦντες
ἔργα καί ἔθη καί βουλάς τε καί γνώμας
καί διά πολλῶν ἔργων ὑμῶν καί λόγων
ἀπαρνῆσθε μέ, τόν ὑμῶν βασιλέα.
Κρεῖσσον ἦν ὑμῖν λόγους ἐμούς φυλάσσειν
ὀρθῶς τε ποιεῖν τάς ἐντολάς μου πάσας,
καί ἐν πτωχείᾳ τῇ μακαριζομένῃ
τόν ἀπράγμονα μεταδιώκειν βίον.
Τί γάρ ὄφελος διεκδικεῖν τόν κόσμον
ἀπό θανάτου καί προσκαίρου δουλείας,
αὐτούς δέ δούλους καί παθῶν καί δαιμόνων
τοῖς ἔργοις ὑμᾶς γίνεσθαι καθ’ ἑκάστην
καί κληρονόμους τοῦ πυρός τοῦ ἀσβέστου; 
Πάντα γάρ καλά, ὅσα τις ἄλλα πράσσει
ἔργα δι’ ἐμέ καί τήν πρός τόν πλησίον 
συμπάθειάν τε καί ἐλεημοσύνην,
πρῶτον δέ πάντων, εἰ ἑαυτόν οἰκτείρῃ
καί τούς λόγους  μου πάσῃ σπουδῇ φυλάξῃ 
καί μετάνοιαν ἐνδείξηται γνησίαν
ὑπέρ τῶν πρῴην ἴσως ἐξειργασμένων,
ἔπειτ’ ἐν τούτοις μηκέτι ἐπιστρέψῃ,
ἀλλ’ ἐμμένῃ μου τοῦ Δεσπότου τοῖς λόγοις,
τοῖς προστάγμασι καί νόμοις ἀληθείας,
καί οὕτως ποιῇ ἀπαραβάτως πάντα
μέχρι θανάτου καί  μηδέν ψιλόν λόγον,
μηδέ κεραίαν μίαν τῶν γεγραμμένων
παραβλέψηται· τοῦτο γάρ μοι θυσία,
τοῦτό μοι θυμίαμα καί προσφορά καί δῶρον·
χωρίς δέ τούτων ἐθνικῶν ὑμεῖς χείρους.
Τῶν ἐπισκόπων οἱ πρόεδροι, σύνετε,
οἱ ὄντες ἐκσφράγισμα ἐμῆς εἰκόνος,
οἱ συλλαλεῖν μοι ἀξίως τεταγμένοι,
οἱ τῶν δικαίων ὑπερκείμενοι πάντων
ὡς ὄντες εἰς ὄνομα τῶν μαθητῶν μου
κἀμοῦ φέροντες τόν θεῖον χαρακτῆρα,
οἱ καί τοῦ κοινοῦ ἐλαχίστου συλλόγου
τήν ἐξουσίαν τοιαύτην εἰληφότες,
οἵαν ἔλαβον ἐκ τοῦ Πατρός ὁ Λόγος,
ὁ καί σαρκωθείς, Θεός ὤν κατά φύσιν,
καί διπλοῦς γενόμενος ταῖς ἐνεργείαις,
ταῖς θελήσεσι, ταῖς φύσεσιν ὡσαύτως,
ὅς ἀμέριστος, ἀσύγχυτος ὑπάρχω
Θεός ἄνθρωπος, ἄνθρωπος Θεός πάλιν·
ὡς γάρ ἄνθρωπος χερσίν ὑμῶν κρατεῖσθαι
κατηξίωσα, ὡς Θεός δέ ὑπάρχων
παντάπασιν ἄληπτός  εἰμι πηλίναις
χερσί καί ἀόρατος τοῖς μή ὁρῶσι
καί ἀπρόσιτος ὁ σφαγείς ὑπέρ πάντων,
ὁ διπλοῦς ἐγώ ἐν μιᾷ ὑποστάσει· 
τῶν ἐπισκόπων οἱ διά τοῦτο
πάντων κατεπαίρεσθε τῶν ἐλαχίστων
ὡς ταπεινῶν τε καί κάτω καθημένων· 
τῶν ἐπισκόπων οἱ πόρρω τῆς ἀξίας, 
οὐχ ὧν τῷ λόγῳ καί συντρέχει ὁ βίος
καί σφραγίς ἐστι τῆς τούτων θεοπνεύστου
διδασκαλίας καί θεορρημοσύνης,
ἀλλ’ ὧν τῷ λόγῳ ἀντίκειται ὁ βίος
καί οἷς ἄγνωστα τά φρικτά μου καί θεῖα,
οἵ καί κρατεῖν οἴονται ἄρτον πῦρ ὄντα
καί ὡς ψιλοῦ μου καταφρονοῦσιν ἄρτου
καί ψωμόν ὁρᾶν καί ἐσθίειν δοκοῦσι,
τήν ἀόρατον μή ὁρῶντές μου δόξαν· 
τῶν ἐπισκόπων οἱ πολλοί ἐξ ὀλίγων,
οἱ ὑψηλοί τε καί τεταπεινωμένοι
τήν κακήν ταπείνωσιν καί ἐναντίαν,
οἱ δόξαν θηρώμενοι τήν τῶν ἀνθρώπων
κἀμέ παραβλέποντες τόν κτίστην πάντων
ὡς πτωχόν καί πένητα ἀπερριμένον,
ἀναξίως ἅπτονται τοῦ σώματός μου
καί ὑπερέχειν τῶν πολλῶν ἐκζητοῦντες
ἀκλήτως εἰσέρχονται ἐμῶν ἀδύτων
ἔνδον, τοῦ νυμφῶνός τε τῶν ἀπορρήτων
ἐπιβαίνουσι χιτῶνος δίχα,
τῆς χάριτός μου, ἥν ἔλαβον οὐδέπω,
καί ἅ μή βλέπειν ἔξωθεν τούτοις θέμις· 
καί μακροθυμῶ ὁ φιλάνθρωπος ἄγαν,
βαστάζων αὐτῶν τήν ἀναίσχυντον τόλμαν.
Εἰσέρχονται δέ, ὡς φίλῳ μοι λαλοῦσιν,
ᾧ οὐδ’ ὡς δοῦλοι ἐνέμειναν τῷ φόβῳ,
καί δεικνύουσιν ἑαυτούς ὡς οἰκείους,
οἱ μηδέ γνωρίζοντες τήν ἐμήν χάριν,
καί μεσιτεύειν τούς ἄλλους ὑπισχνοῦνται,
οἱ πολλῶν ὑπεύθυνοι πταισμάντων ὄντες.
Ἔξωθεν καλῶς στολίζοντες τό σῶμα
λαμπροί τῷ δοκεῖν καί καθαροί ὁρῶνται,
ψυχάς δέ χείρους πηλοῦ τε καί βορβόρου,
μᾶλλον δέ παντός ἰοῦ θανατηφόρου
κέκτηνται οἱ δείλαιοι ἐν πονηρίᾳ.
Ὥσπερ γάρ πάλαι Ἰούδας ὁ προδούς με
λαβών τόν ἄρτον ἐξ ἐμοῦ ἀναξίως
ἔφαγεν αὐτός ὡς μέρος κοινοῦ ἄρτου,
καί διά τοῦτο ὁ Σατανᾶς εἰσῆλθεν
εἰς τοῦτον εὐθύς καί ἀναιδῆ προδότην
ἀπειργάσατο ἐμοῦ τοῦ διδασκάλου,
ὑπουργόν αὐτόν λαβόμενος καί δοῦλον
καί ἐκπληρωτήν τῶν αὐτοῦ θελημάτων,
οὕτω καί οὗτοι πανθάνουσιν ἀγνώστως,
ὅσοι τολμηρῶς καί αὐθαδῶς τῶν θείων
ἀναξίως ἅπτονταί μου μυστηρίων,
οἱ προὔχοντες μάλιστα τῶν ἄλλων θρόνοις,
οἱ τοῦ βήματος, οἱ τῆς ἱερωσύνης,
οἱ τό συνειδός καί πρό τοῦ βεβλαμμένον
καί μετά τοῦτο πάντως κατεγνωσμένον
ἔχοντες καί βαίνοντες αὐλῇ μου θείᾳ,
καί ἀναισχύντως ἵστανται τοῖς ἀδύτοις
παρρησιαζόμενοι ἐνώπιόν μου,
μηδαμῶς τήν θείαν μου δόξαν ὁρῶντες,
ἥν εἰ ἔβλεπον, οὐκ ἄν τοῦτο ἐποίουν,
οὐδέ πρόπυλα τοῦ ναοῦ μου τοῦ θείου
οὕτως αὐθαδῶς εἰσβῆναι κατετόλμων.
Ταῦτα οὖν πάντα γνώσεται πᾶς ὁ θέλων
ἀληθῆ καί βέβαια τά γεγραμμένα
ἔργων ἐξ αὐτῶν, ὧν ἱερεῖς ποιοῦμεν,
καί ψεῦδος οὐδέν οὐδαμῶς ἄν εὑρήσῃ
καί πεισθήσεται καί καθομολογήσει
ὡς Θεός αὐτός δι’ ἐμοῦ ταῦτα εἶπεν.
Εἰ μή τις αὐτά τῶν ποιούντων ὑπάρχει
καί σπεύδει λόγοις ἀπατηλοῖς σκεπάσαι
καί τάς ἰδίας αἰσχύνας συγκαλύψαι,
ἅς ἐνώπιον ἀγγέλων καί ἀνθρώπων
ἀποκαλύψει ὁ τά κρυπτά τοῦ σκότους 
ἀποκαλύπτων Κύριος Θεός πάντων.
Ποῖος ἐξ ἡμῶν τῶν νυνί ἱερέων
τάς ἀνομίας ἑαυτοῦ προκαθάρας
οὕτω κατετόλμησεν ἱερωσύνης; 
Ποῖος ἄν εἴποι τοῦτο ἐν παρρησίᾳ,
ὅτι κατεφρόνησε δόξης τῆς κάτω
καί διά μόνην ἱερουργεῖ τήν ἄνω; 
Ποῖος τόν Χριστόν ἠγάπησε καί μόνον,
καί χρυσόν πάντα καί χρήματα παρεῖδε; 
Ποῖος ἠρκέσθη τοῖς κατά χρείαν μόνοις
καί τοῦ πλησίον οὐκ ἐνοσφίσατό τι; 
Ποῖος τήν συνείδησιν κατεγνωσμένην
ἑαυτοῦ οὐ κέκτηται ἀπό λημμάτων,
δι’ ὧν ἠπείχθη γενέσθαι ἤ ποιῆσαι,
ὠνησάμενος ἤ πωλήσας τήν χάριν; 
Ποῖος οὐ ποέκρινεν ἀξίου φίλον
τόν ἀνάξιον μᾶλλον ἐγκαταστήσας;
Ἑαυτοῦ δέ τίς οὐ σπουδάζει γνησίους
φίλους ἀνθρώπους ἐπισκόπους ποιῆσαι,
ὅπως λαμβάνῃ ἐν ἐξουσίᾳ πάντα
τά ἀλλότρια; Τοῦτο γάρ τῶν μετρίων,
ὅ καί ἀναμάρτητον δοκοῦσιν εἶναι 
ἄλλης αἴροντες πράγματα ἐκκλησίας.
Ποῖος διά αἴτησιν τῶν κατά κόσμον
δυναστῶν, φίλων, πλουσίων καί ἀρχόντων 
οὐκ ἐχειροτόνησε καί παρ’ ἀξίαν; 
Ὄντως οὐδείς σήμερον τούτων ὑπάρχει
ἔχων ἁπάντων καθαράν τήν καρδίαν,
μή κεντούμενος ὑπό τοῦ συνειδότος,
ὅτι πάντως ἕν ἐποίησεν ὧν εἶπον,
ἀλλ’ ἐξαμαρτάνομεν ἀδεῶς πάντες,
μήτε τοῦ κακοῦ ἐκκοπήν μελετῶντες, 
μηδέ τοῦ καλοῦ ποιούμενοι τήν πρᾶξιν· 
καί διά τοῦτο οὐδέ μετανοοῦμεν 
εἰς τό βάθος τῶν κακῶν βαπτισθέντες,
καί ἀναλγήτως ἐγκείμεθα πρός ταῦτα.
Δόξης γάρ ὑπάρχοντες ἄγευστοι θείας
τήν κάτω δόξαν παριδεῖν οὐ δυνάμεθα· 
ἔρως δέ δόξης, τῆς τῶν ἀνθρώπων λέγω,
ψυχήν οὐκ ἐᾷ ταπεινωθῆναι ὅλως,
οὐδέ μέμψασθαι ἑαυτήν ἑκουσίως.
Πῶς οὖν, εἰπέ μοι, τούτων οὕτως ἐχόντων,
ὁ δόξαν θηρώμενος τήν τῶν ἀνθρώπων
καί πλούτου δεόμενος τοῦ φθειρομένου,
ὁ ἐπιθυμῶν χρυσίου πλῆθος ἔχειν,
ὁ εἰς ἁρπαγήν ἀκόρεστος τυγχάνων 
καί μνησικακῶν τοῖς μή συχνῶς διδοῦσι,
Θεόν ἔνοικον ἔχειν εἰπεῖν τολμήσει
ἤ φιλεῖν Χριστόν ἤ Πνεῦμα Χριστοῦ ἔχειν; 
Ὁ δέ μή Χριστόν καί τόν αὐτοῦ Πατέρα
καί τό Πνεῦμα τό Ἅγιον εἰσδεδεγμένος,
γνωστῶς οἰκοῦντα καί ἐμπεριπατοῦντα
τόν ἕνα Θεόν ἐν τῇ αὐτοῦ καρδίᾳ,
πῶς τήν δουλείαν ἐνδείξεται γνησίαν,
ἐκ τίνος δ’ ἄλλου τήν ταπείνωσιν μάθῃ
ἤ πῶς διδαχθήσεται θέλημα θεῖον; 
Τίς μεσιτεύσει τοῦτον ἤ Θεῷ καταλλάξει
καί παραστήσει ἀνεπαίσχυντον λάτρην
Θεῷ τῷ μόνῳ καθαρῷ καί ἀχράντῳ,
ᾧ τά Χερουβίμ οὐ τολμᾷ ἀτενίσαι,
ὄντι ἀγγέλοις ἀπροσίτῳ τοῖς πᾶσι; 
Τίς βεβαιώσει κρατεῖν ἀναμαρτήτως
καί ἱερουργεῖν ἀκατακρίτως τοῦτον
τοῦ ἀμώμου θύματος φρικτήν λατρείαν; 
Ποῖος ἄγγελος, ποῖος ἄνθρωπος τοῦτο 
εἰπεῖν δύναται ἤ ποιῆσαι ἰσχύσει; 
Ἐγώ γάρ λέγω καί μαρτύρομαι πᾶσι
- μηδείς πλανάσθω, μή λόγοις ἀπατάσθω! -
ὅστις πρότερον οὐκ ἀφήσει τόν κόσμον
καί τά τοῦ κόσμου ἀπό ψυχῆς μισήσει 
καί μόνον Χριστόν γνησίως ἀγαπήσει
καί ψυχήν αὐτήν δι’ αὐτόν ἀπολέσει,
μηδέν μεριμνῶν τῶν εἰς ζωήν ἀνθρώπου,
ἀλλ’ ὡς καθ’ ὥραν ἀποθνῄσκων τυγχάνει
καί πολλά κλαύσει δι’ αὐτόν, καί πενθήσει 
κἀκείνου μόνου ἕξει ἐπιθυμίαν
καί διά πολλῶν θλίψεών τε καί πόνων
καταξιωθῇ Πνεῦμα λαβεῖν τό Θεῖον,
ὅ δέδωκε τοῖς θείοις ἀποστόλοις, 
ἵνα δ’ αὐτοῦ πᾶν ἐκδιώξῃ πάθος,
πᾶσαν δι’ ἀρετήν εὐκόλως κατορθώσῃ
καί δακρύων κτήσηται πηγάς ἀφθόνους,
ὅθεν κάθαρσις καί ψυχῆς θεωρία,
ὅθεν τοῦ θείου θελήματος ἡ γνῶσις,
ὅθεν φωτισμός ἐλλάμψεως τῆς θείας
καί θεωρία φωτός τοῦ ἀπροσίτου,
ἐξ οὗ ἡ ἀπάθεια, ἡ ἁγιότης, 
δίδοται πᾶσι τοῖς καταξιωθεῖσιν
ὁρᾶν καί ἔχειν τόν Θεόν ἐν καρδίᾳ
καί φυλάττεσθαι παρ’ αὐτοῦ καί φυλάττειν 
ἀτρώτους αὐτοῦ τάς ἐντολάς τάς θείας,
ἱερωσύνην καί ψυχῶν προστασίαν
καταδέξασθαι ἤ ἄρξαι μή τολμήσῃ.
Ὥσπερ γάρ Χριστός Θεῷ Πατρί ἰδίῳ
καί προσφέρεται καί ἑαυτόν προσφέρει,
οὕτω καί ἡμᾶς αὐτός τε προσφέρει
καί αὐτός ἡμᾶς οὕτω δέχεται πάλιν.
Ἐπεί εἰς κρῖμα καί κατάκριμα ἔσται
ἡ ἐγχείρησις τῶν τοιούτων πραγμάτων,
φονέως χεῖρον, μοιχοῦ χεῖρον καί πόρνου
καί πάντων ἄλλων ἔστιν ἁμαρτημάτων.
Ταῦτα οὖν πάντα πρός βροτούς νῦν τελοῦνται,
εἰς ἀλλήλους γάρ ἁμαρτάνομεν πάντως· 
ὁ δέ τά θεῖα καπηλεύων θρασέως
καί ἀπεμπολῶν τοῦ Πνεύματος τήν χάριν
εἰς αὐτόν πάντως τόν Θεόν ἁμαρτάνει.
Ὁ γάρ καταστάς εἰς πρόσωπον τοῦ Λόγου
οὕτω βιοῦν ὀφείλει ὥσπερ ἐκεῖνος
καί οὕτως· ἀκολούθει! λέγειν ἐκείνῳ.
Αἰ ἀλώπεκες ἔχουσι φωλεούς πάντως 
καί τά πετεινά κατασκηνώσεις πάντα,
ἐγώ δ’ οὐκ ἔχω, τήν κεφαλήν ποῦ κλίνω,
ὁ Χριστοῦ λάτρης ἠξιωμένος.
Οὐδέν γάρ ὅλως αὐτός ἴδιον ἔχειν
οὐδέ κεκτῆσθαι ὀφείλει τι τοῦ κόσμου,
εἰ μή τήν τοῦ σώματος χρείαν καί μόνον,
τά δ’ ἄλλα πάντα τοῖς πένησι καί ξένοις
καί τῇ ἑαυτῶν προσήκει ἐκκλησίᾳ.
Εἰ δ’ αὖ τολμήσει εἰς ἰδίας ἐξόδους
ἀκαίρως χρῆσθαι τούτοις μετ’ ἐξουσίας
καί συγγενέσι τά τῶν ξένων χαρίζειν,
οἴκους τε κτίζειν καί ἀγρούς ἀγοράζειν,
καί ἀνδραπόδων ἐπισύρεσθαι πλῆθος,
οὐαί, ὁποῖον τό κατάκριμα τούτου!
Πάντως ἀνθρώπῳ παρεικάζεται οὗτος
τήν τῆς ἰδίας γυναικός ὅλην προῖκα
καταφαγόντι κακῶς ἐξ ἀφροσύνης· 
ὅε ἄρα κρατηθείς καί μή ἔχων τοῦ δοῦναι
ταύτην ἀπαιτούμενος χρήματα πάντως 
πρός τῇ στερήσει τῆς ἑαυτόῦ συζύγου
καί εἰς φυλακήν πέμπεται καθειρχθῆναι.
Οὕτως οὖν ἐσόμεθα οἱ ἱερεῖς καί λάτραι,
οἱ εἰς ἑαυτούς καί συγγενεῖς καί φίλους
καταχρώμενοι ταῖς τῶν ἐκκλησιῶν εἰσόδοις
καί τῶν πενήτων μή φροντίζοντες ὅλως,
ἀλλ’ οἴκους, βαλανεῖα, μοναστήρια, πύργους
κτίζοντες, προικίζοντες, γάμους ποιοῦντες
καί τῶν ἰδίων ἐκκλησιῶν ὡς ξένων
καταφρονοῦντες καί ἀμελοῦντες τούτων
καί ἐπί μακρούς χωριζόμενοι χρόνους,
οἵ καί διατρίβομεν ἐν ἀλλοτρίᾳ χώρᾳ
ἐῶντες χήρας τάς ἑαυτῶν γυναῖκας,
πρόνοιαν αὐτῶν οὐδεμίαν ποιοῦντες,
οἱ δέ καί καρτεροῦντες εἰς αὐτάς καί οἰκοῦντες,
οὐχ ὄτι τούτων κρατούμεθα τῷ πόθῳ, 
ἀλλ’ ὅπως μόνον ζῶμεν ἐκ τῶν προσόδων
ἀφθόνως αὐτῶν καί κατασπαταλῶμεν.
Περί δέ ψυχῆς κάλλους τῆς Χριστοῦ νύμφης,
ποῖος ἐξ ἠμῶν τῶν ἱερέων φροντίζει; 
Ἕνα μοι δεῖξον καί εἰς τοῦτον ἀρκοῦμαι.
Ἀλλ’, οὐαί ἡμῖν, τοῦ ἑβδόμου αἰῶνος
θύταις, μοναχοῖς, ἐπισκόπους καί λάτραις,
ὅτι τούς νόμους τοῦ Θεοῦ καί Σωτῆρος
καταπατοῦμεν ὡς μηδενός ἀξίους.
Καί εἴ που φανῇ μικρός εἷς ἐν ἀνθρώποις, 
Θεῷ δέ μέγας ὡς αὐτοῦ ἐγνωσμένος,
μή τοῖς πάθεσιν ἡμῶν συγκαταβαίνων,
εὐθύς ἀπελαύνεται ὡς εἷς κακούργων
καί διώκεται παρ’ ἡμῶν ἐκ τοῦ μέσου
καί ἀποσυνάγωγος γίνεται, καθά πάλαι
ὁ Χριστός ἡμῶν παρά τῶν τηνικαῦτα
ἀρχιερέων καί δεινῶν Ἰουδαίων,
ὡς αὐτός ἔφη καί ἀεί τοῦτο λέγει
τῇ λαμπρᾷ φωνῇ τῶν τούτου μεγαλείων· 
ἀλλ’ ἔστι Θεός, ὅς αὐτόν ἀνυψώσει
καί προσλάβεται ὡς ἐν τῷ βίῳ,
οὕτως ἐν τῷ μέλλοντι καί συνδοξάσει
πᾶσιν ἁγίοις, οὕς ἐπόθησεν οὗτος.
Ἀλλά τί φησι καί  πρός ἡμᾶς ὁ Λόγος,
τῶν μοναζόντων οἱ δοκοῦντες σπουδαῖοι; 
Τό ἐντός μορφώσατε τῇ εὐσεβείᾳ
καί τό ἐκτός μοι καθαρόν πάντως ἔσται,
τό μέν γάρ ὑμῶν εἰς ὠφέλειαν ἔσται 
κκαί τῶν ὁρώντων τά καλά ὑμῶν ἔργα,
τό δέ ποθεινόν ἐμοί τῷ κτίστῃ πάντων
καί ταῖς νεοραῖς τάξεσί μου καί θείαις.
Εἰ δέ τόν ἐκτός κοσμεῖτε ἀνδριάντα
τῇ καταστολῇ τῶν ἠθῶν τούτου μόνῃ
καί τοῖς ὁρῶσιν ὑμᾶς δοκεῖτε φίλοι
διά τῆς ἐκτός γυμνασίας τῶν πόνων,
φίλης ἐμῆς δέ τῆς εἰκόνος οὐδ’ ὅλως
ποιεῖσθε λόγον εἰς κάθαρσιν καί κόσμον
αὐτῆς ἐν σπουδῇ καί δάκρυσι καί πόνοις,
δι’ ἧς ἐμοί τε καί πᾶσι καθορᾶσθε
ἄνθρωποι τρανῶς λογικοί τε καί θεῖοι,
ἐοίκατέ μι ὄντως μυδῶσι τάφοις,
καθάπερ ποτέ Φαρισαῖοι, ὡς ἔφην
εἰπών ἐλέγχων τήν ἀφροσύνην τούτων.
Ἔξωθεν λαμπροί, μυδῶντες πλήρεις ἔσω,
νεκροῖς ὀστέοις μεμεστωμένοι φαύλων
καρδίας σαπρᾶς ἐνθυμήσεως, λόγων, 
παθῶν, ἐννοιῶν καί μελέτης δολίας.
Τίς γάρ ἐξ ὑμῶν ἐξεζήτησε ταῦτα,
νηστείαν λέγω, σκληραγωγίαν, πόνους,
κόμην αὐχμηράν, σιδήρων καθηλώσεις,
τρίχινον ἔσθος, τύλων πλῆθος γονάτων,
ξηροκοιτίαν, χόρτον εἰς στρῶσιν κοίτης
καί πᾶσαν ἄλλην κακοπάθειαν βίου; 
Καλά γε ταῦτα, εἰ καλῶς ἐκτελεῖται 
τά τῆς νοερᾶς καί κρυπτῆς ἐργασίας
ὑμῶν ἐν γνώσει καί σοφίᾳ καί λόγῳ· 
εἰ δ’ ἐκτός ταύτης ἐπ’ ἐκείνοις μέγα τι 
φρονεῖτε ἴσως καί τό εἶναι δοκεῖτε
μηδέν δέ ὄντες ἐκείνης χωρίς, τάχα 
λεπροῖς προσεοίκατε, λαμπραῖς ἐσθῆσιν
ἐστολισμένοι τῶν ὁρώντων εἰς πλάνην.
Ἀλλά τοῖς ἐκτός χαίρειν πᾶσιν εἰπόντες 
μόνης γενέσθαι τῆς ἐντός ἐργασίας
σπεύσατε θερμῶς ἐν ἱδρῶσι καί πόνοις 
θείων ἀρετῶν καί ἱερῶν ἀγώνων,
ἵν’ ὀφθῆτε μοι παρθένοι ταῖς ἐννοίαις,
πεφωτισμένοι τήν διάνοιαν πᾶσαν,
καί ἑνωθῆτε τῷ Λόγῳ μοι ἐν λόγῳ
σοφίας ἐμῆς καί γνώσεως τῆς κρείττω.
Τοῦ ἱεροῦ μου ἡ πληθύς λαοῦ πᾶσα,
δεῦρο σπουδαίως πρός με τόν σόν Δεσπότην.
Δεῦρο, τῶν δεσμῶν λύθητι τῶν τοῦ κόσμου,
μίσησον πλάνην τῶν αἰσθήσεων πᾶσαν,
φύγε τῶν κακῶν τάς αἰτίας ὀξέως,
ἐπιθυμίαν ὁράσεως σαρκός τε,
ἀλαζονείαν φρενῶν τε καί τοῦ βίου
καί πᾶσαν ἄλλην ἐνθύμησιν ματαίαν.
Ἅ γνῶθι κόσμου ὄντα τῆς ἀδικίας,
εἰς ὄλεθρον ἄγοντα τόν κεχρημένον 
αὐτοῖς ἐμπαθῶς καί προσπαθῶς ἐν βίῳ
καί ἐχθρόν κἀμοῦ δυστυχῶς ἐκτελοῦντα.
Λαβοῦ τοῦ πόθου τῶν ἐμῶν ἐν καρδίᾳ 
θείων πραγμάτων, ἀγαθῶν αἰωνίων,
ὧν σοι σαρκωθείς ἡτοίμασα ὡς φίλῳ,
ἵν’ ᾗς μοι ἀεί συνδαιτυμών ἀφράστως
ἐν τῇ τραπέζῃ τῆς ἐμῆς βασιλείας,
τῆς ἐν οὐρανοῖς μετά πάντων ἁγίων.
Γνῶθι γάρ σαυτόν, ὡς βροτός καί φθαρτός εἶ,
ὀλίγον ζωῆς λείψανον ὤν ἐν βίῳ,
καί ὡς οὐδέν σοι ἕψεται τῶν ἐκ κόσμῳ
λαμπρῶν ἤ τερπνῶν καί ἡδέων ἐντεῦθεν'
πρός τάς ἐκεῖθεν ἀπαίροντι σκηνώσεις
ἤ τά τῶν ἔργων μόνων τῶν ἐν τῷ βίῳ
φαύλων παρά σοῦ ἤ καλῶν ἐργασθέντων.
Καί γνούς τό φθαρτόν καί ἐπίκηρον πάντως,
λιπών τά κάτω, ἄνω δεῦρο, καλῶ σε
πρός με τόν Θεόν τοῦ παντός καί Σωτῆρα,
ἵν’ εἰς αἰῶνας αἰώνων ζήσῃς ὄντως
καί τῶν ἀγαθῶν τῶν ἐμῶν ἐντρυφήσῃς,
ὧν ἡτοίμασα τοῖς ἐμέ ἀγαπῶσιν
ἀεί τε καί νῦν, ἀμήν εἰς τούς αἰῶνας.



Ἑπόμενο: ΕΠΙΣΤΟΛΕΣ.
Προηγούμενο: ΝΖ'. Ὅτι ὁ τόν Θεόν ἐξ ὅλης ποθήσας ψυχῆς μισεῖ τόν κόσμον.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος