Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΕΠΙΣΤΟΛΗ Β'. Πρός Στέφανον Νικομηδείας
Προηγούμενο: ΕΠΙΣΤΟΛΕΣ.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΕΠΙΣΤΟΛΗ Α'. Περί ἐξομολογήσεως.

1. Ἐπέταξας τῇ εὐτελείᾳ ἡμῶν, πάτερ καί ἀδελφέ, ἐρωτηματικῶς εἰπεῖν σοι, «εἰ ἄρα ἐνδέχεται εἰς μονάζοντας τινας ἐξαγγέλειν τάς ἁμαρτίας αὐτῶν ἱερωσύνην μή ἔχοντας», προσθείς καί τοῦτο· «ἐπειδή ἀκούομεν τήν τοῦ δεσμεῖν καί λύειν ἐξουσίαν τοῖς ἱερεῦσι δίδοσθαι μόνοις». Καί ταῦτα μέν τῆς σῆς φιλοθέου ψυχῆς καί τοῦ διαπύρου πόθου καί φόβου τά ῥήματα καί ψυχωφελῆ ἐρωτήματα. Ἡμεῖς δέ ἀπεδεξάμεθά σου μέν τήν πρός τά καλά πρόθεσιν ὅτι ζητεῖς μανθάνειν περί θείων καί ἱερῶν πραγμάτων, ἡμεῖς δέ οὐχ οἷοί τε τοιαῦτα διακρίνειν καί γράφειν ἐσμέν καί διά τοῦτο σιωπᾶν ἐβουλόμεθα· τό γάρ πενυματικοῖς πνευματικά συγκρίνειν τῶν ἀπαθῶν καί ἁγίων ἐστίν ἀνδρῶν, ὧν ἡμεῖς κατά πολύ βίῳ καί λόγῳ καί ἀρεταῖς διεστήκαμεν.

2. Ἀλλ’ ἐπεί «ἐγγύς» ὡς γέγραπται «Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτόν ἐν ἀληθείᾳ» τοῦτον κἀγώ ὁ ἀνάξιος ἐπικαλεσάμενος ἐν ἀληθείᾳ ταῦτά σοι οὐ δι’ ἐμῶν λόγων, ἀλλ’ ἐξ αὐτῆς τῆς θείας καί θεοπνεύστου γραφῆς λέξω, οὐ διδάσκων ἀλλά τάς μαρτυρίας περί τῶν ἐπερωτηθέντων μοι φέρων ἐξ αὐτῆς σοι, ἵνα ἐξ ἀμφοτέρων τῶν κρημνῶν τῇ τοῦ Θεοῦ χάριτι ἐμαυτόν καί τούς ἀκούοντάς μου διατηρήσω, τοῦ τε τοῦ τό τάλαντον κατακρύψαντος καί τοῦ ἀναξίως τά θεῖα καί κενοδόξως μᾶλλον δέ ἐσκοτισμένως ἐκτιθέντος δόγματα.

Πόθεν οὖν τήν ἀρχήν τοῦ λόγου ποιήσωμεν ἤ ἐκ τῆς ἀνάρχου τῶν πάντων ἀρχῆς; Τοῦτο γάρ ἄμεινον, ἵν’ ᾗ καί τά λεγόμενα βέβαια. Οὐ γάρ παρ᾿ ἀγγέλων ἐκτίσθημεν, οὐδέ παρά ἀνθρώπων ἐμάθομεν, ἀλλ’ ἐκ τῆς ἄνωθεν σοφίας εἴτ’ οὖν τῆς διά τοῦ πνεύματος χάριτος μυστικῶς ἐδιδάχθημεν καί καθ’ ὥραν ἀεί διδασκόμεθα, ἥντινα καί νῦν ἐπικαλεσάμενοι λέξωμεν ὧδε, τόν τρόπον πρότερον τῆς ἐξαγορεύσεως καί τήν δύναμιν ἐξειπόντες.

3. Ἐξαγόρευσις τοίνυν οὐδέν ἄλλο ἐστίν ἤ χρεῶν ὁμολογία εἴτ’ οὖν ἐπίγνωσις σφαλμάτων καί ἀφροσύνης ἰδίας ἤγουν πτωχείας κατάγνωσις· καθώς ἐν εὐαγγελίοις παραβολικῶς εἶπεν ὁ Κύριος· «δανειστῇ τινι», φησίν, «ἦσαν δύο χρεωφειλέται καί ὁ μέν εἷς ὤφειλεν αὐτῷ δηνάρια πεντήκοντα, ὁ δέ ἕτερος πεντακόσια· μή ἐχόντων οὖν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο». Τοιγαροῦν ἅπας πιστός χρεώστης ὑπάρχει τοῦ ἰδίου Δεσπότου καί Θεοῦ καί ὅ παρ’ αὐτοῦ ἔλαβε, τοῦτο δή καί ἀπαιτηθῆναι μέλλει ἐπί τοῦ φοβεροῦ καί φρικτοῦ κριτηρίου αὐτοῦ, ὅτε γυμνοί καί τετραχηλισμένοι ἅπαντες, βασιλεῖς ὁμοῦ καί πτωχοί, παριστάμεθα. Τίνα δέ εἰσι τά δοθέντα ἡμῖν παρ’ αὐτοῦ ἄκουσον. Πολλά μέν οὖν ἄλλα ἅ οὐδείς ἀνθρώπων ἰσχύσει ἐναριθμῆσαι, τέως δέ τά κρείττω καί τελεώτερα, τήν ἐκ τῆς καταδίκης ἐλευθερίαν, τόν ἐκ τοῦ μιασμοῦ ἁγιασμόν, τήν ἐκ τοῦ σκότους πρός τό ἀνεκλάλητον αὐτοῦ φῶς πρόοδον, τό τέκνα καί υἱούς αὐτοῦ καί κληρονόμους διά τοῦ θείου γενέσθαι βαπτίσματος, τό αὐτόν τόν Θεόν ἐπενδύσασθαι, τό μέλη γενέσθαι αὐτοῦ καί τό Ἅγιον Πνεῦμα λαβεῖν ἐνοικοῦν ἐν ἡμῖν, ὅπερ σφραγίς ὑπάρχει βασιλική, ἐν ᾗ τά ἴδια πρόβατα σφραγίζει ὁ Κύριος - καί τί πολλά λέγω; - τό ὁμοίους καί ἡμᾶς αὐτοῦ ποιῆσαι καί ἀδελφούς καί συγκληρονόμους αὐτοῦ ἀπεργάσασθαι.Ταῦτα πάντα καί ἄλλα πλείονα τούτων τοῖς βαπτιζομένοις εὐθύς ἀπό τοῦ θείου βαπτίσματος δίδοται, ἅτινα καί ὁ θεῖος Ἀπόστολος θεῖον πλοῦτον καί κλῆρον κατονομάζει.

4. Αἱ δέ ἐντολαί τοῦ Δεσπότου ὥσπερ τῶν ἀπορρήτων τούτων χαρισμάτων καί δωρεῶν ἐδόθησαν φύλακες, οἷα δή ὥσπερ τεῖχος πάντοθεν περικυκλοῦσαι τόν πιστόν καί τόν ἐναποκείμενον θησαυρόν ἐν τῇ ψυχῇ ἄσυλον διατηροῦσαι καί πᾶσιν ἐχθροῖς καί κλέπταις ποιοῦσαι ἀνεπιχείρητον. Ἀλλά γάρ νομίζομεν φυλάττεσθαι παρ’ ἡμῶν τάς ἐντολάς τοῦ φιλανθρώπου Θεοῦ καί ἐπί τούτῳ ἀχθόμεθα, ἀγνοοῦντες ὅτι μᾶλλον παρ’ ἐκείνων ἡμεῖς φυλαττόμεθα· Ὁ γάρ τάς τοῦ Θεοῦ τηρῶν ἐντολάς οὐκ ἐκείνας ἀλλ’ ἑαυτόν διατηρεῖ καί φυλάττει ἀπό τῶν ὁρωμένων καί ἀοράτων ἐχθρῶν, περί ὧν ὡς ἀναριθμήτων ὄντων καί φοβερῶν ὁ Παῦλος ἐδήλωσε λέγων· «οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρός αἷμα καί σάρκα ἀλλά πρός τάς ἀρχάς, πρός τάς ἐξουσίας, πρός τούς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρός τά πνεύματα τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις», τά ἐν τῷ ἀέρι δηλονότι, τούτων ἀφανῶς ἀεί παρατασσομένων καθ’ ἡμῶν.

Ὁ οὖν φυλάττων τάς ἐντολάς φυλάττεται παρ’ αὐτῶν καί τόν ἐμπιστευθέντα αὐτῷ παρά τοῦ Θεοῦ πλοῦτον οὐκ ἀπόλλυσιν· ὁ δέ ἐκείνων καταφρονῶν γυμνός εὑρίσκεται καί εὐχείρωτος τοῖς ἐχθροῖς καί τόν πλοῦτον ἀπολέσας ἅπαντα ὑπόχρεως τῷ βασιλεῖ καί δεσπότῃ γίνεται πάντων ἐκείνων ὧν εἴπομεν, ὑπέρ ὧν ἀνταποδοῦναί τι ἤ ταῦτα εὑρεῖν δυνατόν οὐκ ἔστιν ἀνθρώπῳ· οὐράνια γάρ εἰσι καί ἀπό τῶν οὐρανῶν ἦλθε καί καθ’ ἑκάστην ἔρχεται κομίζων καί διανέμων αὐτά τοῖς πιστοῖς, καί ποῦ οἱ λαβόντες καί ἀπολέσαντες εὑρεῖν αὐτά πάλιν δυνήσονται; Ὄντως οὐδαμοῦ. Ὡς οὐδέ ὁ Ἀδάμ ἤ τίς τῶν ἐκείνου υἱῶν ἀνάκλησιν ἑαυτοῦ ἤ τῶν συγγενῶν ἴσχυσεν ἀπεργάσασθαι, εἰ μή ὁ ὑπέρ φύσιν Θεός καί κατά σάρκα υἱός αὐτοῦ γεγονώς, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἐλθών κἀκεῖνον καί ἡμᾶς τοῦ πτώματος ἐξήγειρε θεϊκῇ δυνάμει, Ὁ δέ μή πάσας τάς ἐντολάς ἀλλά τινάς μέν φυλάττειν δοκῶν, τινάς δέ προδιδούς γινωσκέτω ὅτι κἄν μιᾶς ἀμελήσῃ καί οὕτω τόν πλοῦτον ὅλον ἀπόλλυσιν. Ὑπόθου γάρ μοι δώδεκα ἄνδρας ἐνόπλους εἶναι τάς ἐντολάς καί κυκλόθεν ἱσταμένους καί μέσον αὐτῶν γυμνόν σε ὄντα φυλάττοντας· τοιούτους δέ πάλιν ἄλλους μοι νόει περιστοιχοῦντας πάντοθεν καί ἐπικειμένους ἀντιπάλους πολεμιστάς καί λαβεῖν σε ζητοῦντας καί κατασφάξαι εὐθύς. Εἰ οὖν εἷς ἐκ τῶν δώδεκα θελήματι οἰκείῳ καταπέσειε καί τῆς φυλακῆς ἀμελήσειε καί ὡς θύραν ἀνεῳγμένην τῷ ἀντιπάλῳ τόν τόπον αὐτοῦ ἐάσειε, τί τῶν λοιπῶν ἔνδεκα ἀνδρῶν τό ὄφελος ἔσται, τοῦ ἑνός μέσον εἰσελθόντος αὐτῶν καί σε ἀφειδῶς κατατέμνοντος, ὡς ἐκείνων μή ἐπιστραφῆναι δυναμένων πρός σήν βοήθειαν; Εἰ γάρ καί ἐπιστραφῆναι θελήσουσι κἀκεῖνοι ὑπό τῶν ἀντιδίκων ἀναλωθήσονται. Οὕτως δέ πάντως ἔσται καί ἐπί σοῦ μή φυλάσσοντος τάς ἐντολάς. Ὑπό γάρ ἑνός τρωθέντος σου ἐχθροῦ καί καταπεσόντος πᾶσαι αἱ ἐντολαί ἀφίπτανται ἀπό σοῦ καί κατά μικρόν τήν ἰσχύν ἀφαιρῇ, ἄλλως δέ ὡς ἀγγεῖον οἴνου πεπλησμένον ἤ ἐλαίου, εἰ καί μή πάντοθεν διατρηθῇ, ἀλλ’ ἐξ ἑνός μέρους μιᾶς γενομένης ὀπῆς ὅλον τό ἔνδον κατ’ ὀλίγον ἀπόλλυσιν, οὕτω καί μιᾶς ἀμελῶν ἐντολῆς κατά μικρόν καί τῶν ἄλλων ἁπασῶν ἐκπίπτεις, καθώς φησιν ὁ Χριστός· «τῷ ἔχοντι δοθήσεται καί τά περισσευθήσεται, ἀπό δέ τοῦ μή ἔχοντος καί ἅ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτοῦ», καί πάλιν· «ὁ λύσας μίαν τῶν ἐντολῶν τούτων καί διδάξας - διά τῆς παραβάσεως δηλονότι - τούς ἀνθρώπους οὕτω ποιεῖν, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν». Καί ὁ Παῦλος· «ᾧ γάρ τις ἥττηται, τούτῳ καί δεδούλωται», καί πάλιν· «τό δέ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία», καί οὐκ εἶπεν ὅτι ἥδε ἤ ἥδε, ἀλλά οἷα δ’ ἄν καί εἴη ἡ ἁμαρτία, αὕτη κέντρον τοῦ θανάτου ἐστίν. Κέντρον δέ τοῦ θανάτου τήν ἁμαρτίαν καλεῖ, ὅτι οἱ τιτρωσκόμενοι θνῄσκουσιν. Ἔστιν οὖν πᾶσα ἁμαρτία πρός θάνατον, «ἅπαξ γάρ ὁ ἁμαρτήσας, ὡς ὁ Παῦλός φησιν, ἤδη τέθνηκεν», ὑπόδικος γεγονώς χρέους καί ἁμαρτίας, ὑπό τῶν λῃστῶν ἐαθείς κείμενος.

5. Ὁ οὖν ἀποθανών τί ἄλλο εἰ μή τό ἀναστῆναι ἐπιποθεῖ καί ὁ χρεωστῶν καί μή ἔχων ἀποδοῦναι εἰ μή τό λύσιν τοῦ χρέους λαβεῖν καί μή εἰς φυλακήν βληθῆναι, ἕως ἄν τό ὄφλημα ἀποδῷ, ὅπερ καί διά τό μή ἔχειν οὐδέποτε τῆς αἰωνίου φυλακῆς ἤγουν τοῦ σκότους ὑπεξελεύσεται. Οὕτως καί ὁ ὑπό τῶν νοητῶν λῃστῶν συνστριβείς πάντως ἰατρόν ζητεῖ πρός αὐτόν ἐλθεῖν συμπαθῆ τε καί εὔσπλαγχνον. Οὐ γάρ ἔχει ζέοντα τόν τοῦ Θεοῦ φόβον ἐν ἑαυτῷ, ἵνα πρός τόν ἰατρόν ἐκεῖνος μᾶλλον πορεύσηται, ἀλλ’ ὑπό τῆς καταφρονήσεως τήν τῆς ψυχῆς δύναμιν ἐκλυθείς κεῖται θεάμα φρικτόν καί ἐλεεινόν τοῖς ὁρῶσι καλῶς, μᾶλλον δέ πνευματικῶς τά ψυχικά παραπτώματα. Ὁ τοίνυν δοῦλος γεγονώς διά τῆς ἁμαρτίας τῷ διαβόλῳ - «οὐκ οἴδατε γάρ φησιν ὅτι δοῦλοί ἐστε ᾧ ὑπακούετε εἴτε δικαιοσύνης εἰς δικαιοσύνην εἴτε ἀνομίας εἰς ἀνομίαν» - καί εἰς καταγέλωτα τοῦ Πατρός καί Θεοῦ, καταπάτημα δέ τοῖς ἐχθροῖς τοῖς ἀποστατήσασιν ἀπό Θεοῦ ὁ τοιοῦτος γεγονώς καί γυμνός τῆς βασιλικῆς ἁλουργίδος καί μεμελανωμένος ἀπολειφθείς, ἀντί τέκνου δέ Θεοῦ τέκνον τοῦ διαβόλου γενόμενος, τί διαπράξεται, ἵνα πάλιν ἐν κατασχέσει γένηται ὧνπερ ἐξέπεσεν; Πάντως ὅτι μεσίτην καί φίλον Θεοῦ ζητήσει καί δυνατόν εἰς τό ἀποκαταστῆσαι αὐτόν ὡς τό πρότερον καί τῷ Θεῷ καί Πατρί καταλλάξαι αὐτόν. Ὁ γάρ τῷ Χριστῷ κολληθείς διά τῆς χάριτος καί μέλος αὐτοῦ γεγονώς καί υἱοθετηθείας αὐτῷ εἶτα τοῦτον ἀφείς ὥσπερ κύων εἰς τόν ἴδιον ἔμε τον ἐπιστρέψει, καί ἤ πόρνῃ γυναικί συμπλακῇ ἤ ἑτέρῳ σώματι συναφθῇ, ὡς τόν Χριστόν ἀτιμάσας καί ἐνυβρίσας μετά τῶν ἀπίστων κατακρίνεται, ἐπειδή κατά τόν θεῖον Ἀπόστολον «σῶμα Χριστοῦ ἐσμεν καί μέλη ἐκ μέρους». Ὁ οὖν συμπλεκόμενος τῇ πόρνῃ τά μέλη τοῦ Χριστοῦ μέλη πόρνης ποιεῖ. Ὁ δέ τοιαῦτα πεπραχῶς καί οὕτω παροργίσας τόν Δεσπότην αὐτοῦ καί Θεόν οὐ δύναται ἄλλως καταλλαγῆναι Θεῷ, εἰ μή διά μεσίτου ἀνδρός ἁγίου καί φίλου καί δούλου Χριστοῦ καί διά τῆς ἀποφυγῆς τοῦ κακοῦ.

6. Διά τοῦτο φύγωμεν τήν ἁμαρτίαν πρῶτον· εἰ γάρ καί ταύτης τῷ βέλει τρωθῶμεν, ἀλλά μή ἐγχρονίσωμεν, τῷ ἰῷ ταύτης ὡς μελίτη γλυκαινόμενοι, μηδέ ὠς ἄρκτος πληγεῖσα τό τραῦμα μεῖζον διά τῆς αὐτῆς πράξεως ἐργασώμεθα, ἀλλ’ εὐθύς πρός τόν πνευματικόν ἰατρόν δράμωμεν καί τόν ἰόν τῆς ἁμαρτίας διά τῆς ἐξαγορεύσεως ἐξεμέσωμεν, τό δηλητήριον αὐτῆς ἀποπτύσαντες, καί ὡς ἀντιφάρμακον τά διδόμενα τῆς μετανοίας ἐπιτίμια σπουδαίως παρ’ αὐτοῦ λάβωμεν καί μετά πίστεως ἀεί θερμῆς ταῦτα ἐπιτελεῖν καί ἐν φόβῳ Θεοῦ ἀγωνισώμεθα. Πάντες γάρ οἱ τόν ἐμπιστευθέντα πλοῦτον αὐτοῖς κενώσαντες ἅπαντα καί μετά πορνῶν καί τελωνῶν τήν πατρικήν οὐσίαν καταναλώσαντες καί ὑπό πολλῆς αἰσχύνης τό συνειδός αὐτῶν κάτω νεῦον καί μηδέ ἀνανεῦσαι δυνάμενον ἔχοντες, ἀπαρρησίαστοι ὄντες ζητοῦσιν εἰκότως ἄνθρωπον Θεοῦ ἀνάδοχον γενέσθαι τοῦ χρέους αὐτῶν, ἵνα δι’ αὐτοῦ προσέλθωσιν αὐτῷ, ὅπερ ὡς οἶμαι γενέσθαι ἀδύνατον ἄνευ μετανοίας εἰλικρινοῦς κάι ἐπιπόνου τοῦ μέλλοντος ἤ καί βουλομένου καταλλαγῆναι Θεῷ. Οὐδέ γάρ ἠκούσθη ποτέ ἤ ἐν ταῖς θεοπνεύστοις γέγραπται γραφαῖς, ἵνα τις ἀναδέξηται ἁμαρτίας ἑτέρου καί ὑπέρ αὐτῶν ἐκεῖνος ἀπολογήσηται μή ἀξίους τῆς μετανοίας τοῦ ἡμαρτηκότος πρῶτον καί ἀναλόγους τοῦ εἴδους τῆς ἁμαρτίας ἐνδειξαμένου καί καταβαλλομένου τούς πόνους καί πεποιηκότος αὐτῆς τούς καρπούς· φησί γάρ ἡ πρόδρομος τοῦ Λόγου φωνή· «ποιήσατε καρπούς ἀξίους τῆς μετανοίας καί μή δόξητε λέγειν ἐν ἑαυτοῖς, πατέρα ἔχομεν τόν Ἀβραάμ», ἐπειδή καί αὐτός ὁ Κύριος ἡμῶν περί τῶν ἀνοήτως διακειμένων οὕτως ἔφη· «ἀμήν λέγω ὑμῖν, κἄν Μωσῆς κἄν Δανιήλ στήσωνται, ὥστε ἐξελέσθαι υἱούς αὐτῶν καί θυγατέρας, οὐ μή ἐξέλωνται». Τί οὖν ποιήσομεν ἤ τίνα τρόπον πρός ἄφεσιν τοῦ χρέους καί ἀνάκλησιν τοῦ πτώματος οἱ μετανοῆσαι βουλόμενοι ἐπινοησόμεθα; Θεοῦ διδόντος ἀκούσατε, ἵνα πρός ἕκαστον ὑμῶν διαθήσομαι.

7. Μεσίτην, εἰ βούλει, καί ἰατρόν καί σύμβουλον ἀγαθόν ἐκζήτησον, ἵνα μετανοίας μέν τρόπους τῇ ἀγαθῇ συμβουλῇ ἁρμαζόντως ὑπόθηται ὡς σύμβουλος ἀγαθός, ὡς ἰατρός δέ φάρμακον ἑκάστῳ κατάλληλον τραύματι ἐπιδώσει σοι, ὡς δέ μεσίτης δι’ εὐχῆς καί τῆς πρός Θεόν ἐντεύξεως ἐνώπιον αὐτοῦ ἐκεῖνος πρόσωπον πρός πρόσωπον παραστάς ὑπέρ σοῦ τό Θεῖον ἐξιλεώσηται. Μή οὖν κόλακα ἤ κοιλιόδουλον εὑρών σύμβουλον καί σύμμαχον ἀγωνίσῃ ποιῆσαι, ἵνα μή τῷ σῷ συνερχόμενος θελήματι οὐχί ὁ Θεός ἀγαπᾷ, ἀλλ’ ἅπερ σύ ἀποδέχῃ ταῦτα διδάξῃ σε καί μείνῃς πάλιν ὄντως ἐχθρός ἀκατάλλακτος, μηδέ ἄπειρον ἰατρόν, ὡς ἄν μή τῇ πολλῇ ἀποτομίᾳ και ταῖς ἀκαίραις τομαῖς τε καί καύσεσιν εἰς ἀπογνώσεως βυθόν παραπέμψῃ σε ἤ πάλιν τῇ ὑπερμέτρῳ συμπαθείᾳ νοσοῦντα ἐάσῃ σε καί ὑγιαίνειν οἰόμενον, τό δεινότατον, τῇ αἰωνίᾳ παραδώσει σε κολάσει ὡς οὐκ ἐλπίζεις· τοῦτο γάρ ἡ ἐνταῦθα νόσος τῆς ψυχῆς συναποθνῄσκουσα ἡμῖν προξενεῖ. Μεσίτην δέ Θεοῦ καί ἀνθρώπων οὐκ οἶμαι οὕτως ἁπλῶς εὑρίσκεσθαι. «Οὐ γάρ πάντες οἱ ἐξ Ἰσραήλ οὗτοι Ἰσραηλῖταί εἰσιν», ἀλλ’ οἱ κατά τό ὄνομα καί αὐτήν τήν τοῦ ὀνόματος δύναμιν ἐναργῶς ἐπιστάμενοι καί νοῦς ὄντες ὁρῶντες τόν Θεόν, οὐδέ πάντες οἱ τῷ τοῦ Χριστοῦ καλούμενοι ὀνόματι ὄντως Χριστιανοί. «Οὐ γάρ πᾶς ὁ λέγων μοι Κύριε, Κύριε, φησίν ὁ Χριστός, εἰσελεύσεται εἰς τήν βασιλείαν τῶν οὐρανῶν, ἀλλ’ ὁ ποιῶν τό θέλημα τοῦ πατρός μου», ὥσπερ καί «πολλοί, φησίν, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐροῦσί μοι· Κύριε, οὐ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καί ἐρῶ αὐτοῖς· ἀμήν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς, ἀπέλθατε ἀπ’ ἐμοῦ ἐργάται τῆς ἀνομίας».

8. Διά τοῦτο οὖν προσέχειν δεῖ πάντας ἡμᾶς, ἀδελφοί, τούς τε μεσιτεύοντας τούς τε ἡμαρτηκότας καί αὐτούς τούς βουλομένους καταλλαγῆναι Θεῷ, ἵνα μήτε οἱ μεσιτεύοντες ὀργήν ἀντί μισθοῦ ἐπισπάσωνται, μήτε οἱ προσκεκρουκότες καί καταλλαγῆναι σπουδάζοντες ἐχθρῷ καί φονεῖ καί πονηρῷ συμβούλῳ ἀντί μεσίτου ἐντύχωσιν. Οἱ γάρ τοιοῦτοι μετά ἀπειλῆς φρικτῆς ἀκούσονται· «τίς ὑμᾶς κατέστησεν ἄρχοντας καί δικαστάς τοῦ λαοῦ μου», καί πάλιν· «ὑποκριτά, ἔκβαλε πρῶτον τήν δοκόν ἐκ τοῦ ὀφθαλμοῦ σου καί τότε διαβλέψεις ἐκβάλλειν τό κάρφος τό ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου». Δοκός δέ ἐστι πάθος ἕν ἤ ἐπιθυμία τις ἐπισκοτοῦσα τόν ὀφθαλμόν τῆς ψυχῆς. Καί αὖθις· «ἰατρέ, θεράπευσον σεαυτόν», καί πάλιν· «τῷ δέ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· ἱνατί σύ ἐκδιηγῇ τά δικαιώματά σου καί ἀναλαμβάνεις τήν διαθήκην μου διά στόματός σου; Σύ δέ ἐμίσησας παιδείαν καί ἐξέβαλες τούς λόγους μου εἰς τά ὀπίσω», καί ὁ Παῦλος φησιν· «σύ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; Τῷ ἰδίῳ κυρίῳ στήκει ἤ πίπτει· δυνατός δέ ἐστιν ὁ Θεός, διά τοῦ πιστοῦ δούλου αὐτοῦ, στῆσαι αὐτόν».

9. Διά ταῦτα τοιγαροῦν πάντα φρίττω καί τρέμω, ἀδελφοί καί πατέρες μου, καί παρακαλῶ πάντας ὑμᾶς ἐξασφαλιζόμενος καί ἐμαυτόν διά τῆς πρός ὑμᾶς παρακλήσεως μή καταφρονητικῶς ἔχει περί τά θεῖα ταῦτα καί φρικτά τοῖς πᾶσι μυστήρια μηδέ παίζειν ἐν οὐ παικτοῖς μηδέ κατά τῆς ψυχῆς ἡμῶν διά κενοδοξίαν ἤ φιλοδοξίαν ἤ ἐμπορίαν ἤ ἀναισθησίαν· γίνεται γάρ διά τό ῥαβδί καί πατέρες καλεῖσθαι ἀλλοτρίους ἀναδέχεσθαι λογισμούς. Μή, παρακαλῶ, μή ἀναισχύντως οὕτως ἁπλῶς τήν τῶν ἀποστόλων ἀξίαν ἁρπάζωμεν, ἀπό τοῦ ἐπί γῆς ὑποδείγματος παιδευόμενοι. Εἰ γάρ τῷ ἐκπροσωποῦντι τῷ ἐπιγείῳ βασιλεῖ ἐξομοιωθῆναί τις τολμήσει κατά αὐθάδειαν, καί τά ἐκείνῳ ἐμπιστευθέντα κρατεῖν καί ποιεῖν λάθρα φωραθῇ ἤ καί φανερῶς μετεπαγγέλληται διαπράττεσθαι, αὐτός καί οἱ αὐτοῦ συμμύσται καί ὑπήκοοι τιμωρίαις ἐσχάταις εἰς φόβον τῶν ἄλλων καθυποβάλλονται καί ὡς ἄφρων καί ἀναίσθητος παρά πάντων καταγελᾶται, τί πείσονται εἰς τό μέλλον οἱ τήν τῶν ἀποστόλων ἀξίαν ἀναξίως ἁρπάζοντες;

Ἀλλά γάρ μηδέ μεσῖται τῶν λοιπῶν πρό τοῦ πλησθῆναι ὑμᾶς Πνεύματος Ἁγίου γενέσθαι θελήσητε καί πρό τοῦ γνωρίσαι καί φιλιωθῆναι ὑμᾶς ἐν αἰσθήσει ψυχῆς τῷ βασιλεῖ τῶν ἁπάντων, ἐπειδή οὐδέ πάντες οἱ τόν ἐπίγειον βασιλέα γνωρίζοντες καί τούς ἄλλους εἰς αὐτόν δύνανται μεσιτεύειν. Ὀλίγοι γάρ λίαν τοῦτο δύνανται ποιεῖν, οἵτινες ἐξ ἀρετῆς καί ἱδρώτων ἤτοι δουλειῶν αὐτῶν τῶν τήν πρός αὐτόν παρρησίαν ἐκτήσαντο καί οὐχί μεσίτου κἀκεῖνοι δεόμενοι ἀλλά στόμα πρός στόμα συλλαλοῦντες τῷ βασιλεῖ. Οὐ φυλάξομεν τοιγαροῦν καί ἐπί Θεῷ ταύτην τήν τάξιν, πατέρες καί ἀδελφοί, οὐ τιμήσομεν τόν ἐπουράνιον βαιλέα κἄν ἶσον τοῦ ἐπιγείου, ἀλλ’ ἑαυτοῖς τήν ἐκ δεξιῶν αὐτοῦ καί εὐωνύμων καθέδραν καί πρό τοῦ αἰτήσασθαι καί λαβεῖν προαρπάζοντες χαρισόμεθα; Ὤ τόλμης! Ποία αἰσχύνη ἡμᾶς καταλάβοι; Ὅτι εἰ μή δι’ ἄλλο τι ἐγκληθησόμεθα· ἀλλά γε διά τοῦτο μόνον ὡς καταφρονηταί μετά ἀτιμίας καί τῆς προεδρίας στερηθησόμεθα καί εἰς τό πῦρ τό ἄσβεστον ἀπορριφησόμεθα. Ἀλλ’ ἀρκεῖ ταῦτα πρός νουθεσίαν τῶν προσέχειν ἑαυτοῖς βουλομένων· τούτου γάρ χάριν καί παρεκβατικώτερον τῆς προκειμένης ὑποθέσεως τόν λόγον πεποιήκαμεν.Ἡμεῖς δέ εἴπωμεν ἄρτι, ὅπερ, τέκνον, μαθεῖν ἐπεζήτησας.

Ὅτι γάρ ἐνδέχεται εἰς μοναχόν ἱερωσύνην μή ἔχοντα ἐξαγγέλειν ἡμᾶς, τοῦτο ἀφ’ οὗ τό τῆς μετανοίας ἔνδυμά τε καί πρόσχημα ἐκ Θεοῦ ἐδωρήθη τῇ κληρονομίᾳ αὐτοῦ καί μοναχοί ὠνομάσθησαν ἐπί πάντας εὑρήσεις γενόμενον, καθώς ἐν ταῖς θεοπνεύστοις τῶν πατέρων γραφαῖς ἐγγράφεται, ἐν αἷς ἐγκύψας εὑρήσεις ὡς ἀληθῆ τά λεγόμενα. Πρό δέ τούτων ἀρχιερεῖς μόνοι τοῦ δεσμεῖν καί λύειν τήν ἐξουσίαν κατά διαδοχήν ὡς ἐκ τῶν θείων ἀποστόλων ἐλάμβανον, τοῦ χρόνου δέ προϊόντος καί τῶν ἀρχιερέων ἀχρειουμένων εἰς ἱερεῖς βίον ἔχοντας ἄμωμον καί χάριτος θείας ἠξιωμένους ἡ φρικτή ἐγχείρησις αὕτη προβέβηκεν· εἶτα καί τούτων ἀναμίξ γενομένων, τῶν ἱερέων ὁμοῦ καί ἀρχιερέων τῷ λοιπῷ ἐξομοιουμένων λαῷ καί πολλῶν ὡς καί νῦν περιπιπτόντων πνεύμασι πλάνης καί ματαίας κενοφωνίαις καί ἀπολλυμένων, μετήχθη, ὡς εἴρηται, εἰς τόν ἐκλεκτόν λαόν τοῦ Θεοῦ, λέγω δή τούς μοναχούς, οὐκ ἐκ τῶν ἱερέων ἤ ἀρχιερέων ἀφαιρεθεῖσα, ἀλλά ταύτης ἑαυτούς ἐκείνων ἀλλοτριωσάντων. «Πᾶς γάρ ἱερεύς μεσίτης Θεοῦ καί ἀνθρώπων καθίσταται πρός τόν Θεόν, ὡς ὁ Παῦλός φησι, καί ὀφείλει ὥσπερ ὑπέρ τοῦ λαοῦ οὕτως καί ὑπέρ ἑαυτοῦ προσφέρειν θυσίαν».

Ἀλλ’ ἀνωτέρω τοῦ λόγου ἀρξώμεθα καί ἴδωμεν, πόθεν καί πῶς καί τίσιν ἐξ ἀρχῆς ἡ ἐξουσία αὕτη τοῦ ἱερουργεῖν καί δεσμεῖν καί λύειν ἐδόθη, καί κατά τάξιν ὥσπερ ἠρώτησας οὕτως καί σαφής ἡ λύσις γενήσεται, οὐ σοί μόνον, ἀλλά καί πᾶσιν ἄλλοις ἀνθρώποις. Τοῦ Κυρίου καί Θεοῦ καί Σωτῆρος ἡμῶν εἰπόντος τῷ ξηράν ἔχοντι τήν χεἰρα ὅτι ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἀκούσαντες οἱ Ἑβραῖοι ἔλεγον· βλασφημίαν οὗτος λαλεῖ· τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μή εἷς ὁ Θεός; Οὕτως οὐδέπω ἄφεσις ἐδίδοτο ἁμαρτιῶν, οὐ παρά προφητῶν, οὐ παρά ἱερέων, οὐ παρά τῶν τότε πατριαρχῶν τινος. Διό καί ὡς καινοῦ τινος δόγματος καί πράγματος παραδόξου κηρυσσομένου οἱ γραμματεῖς ἐδυσχέραινον· ὁ δέ Κύριος οὐκ ἐμέμψατο αὐτούς τούτου γε ἕνεκα, ἀλλά μᾶλλον ὅ ἠγνόουν ἐδίδαξεν ὡς Θεόν ἑαυτόν δείξας καί οὐχ ὡς ἄνθρωπον τήν ἄφεσιν τῶν ἡμαρτημένων δωρούμενον· φησί γάρ πρός αὐτούς, ἵνα δέ εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει ὁ υἱός τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας, λέγει τῷ ξηράν ἔχοντι τήν χεῖρα· ἔκτεινον τήν χεῖρά σου, καί ἐξέτεινε καί ἀποκατέστη ὑγιής ὡς ἡ ἄλλη, διά τοῦ ὁρωμένου θαύματος τό μεῖζον καί ἀόρατον πιστωσάμενος. Οὕτως τόν Ζακχαῖον, οὕτως τήν πόρνην, οὕτως τόν Ματθαῖον ἀπό τοῦ τελωνίου, οὕτως τόν Πέτρον τρίς ἀρνησάμενον, οὕτως τόν παραλυτικόν, ὅν ἰασάμενος καί μετά ταῦτα εὑρών εἶπεν· ἴδε ὑγιής γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μή χεῖρόν τί σοι γένηται. Τοῦτο δέ εἰπών ἔδειξεν, ὅτι δι’ ἁμαρτίας ἐκεῖνος εἰς τήν νόσον ἐνέπεσεν καί ταύτης ἀπαλλαγείς ἔλαβεν καί τήν ἄφεσιν τῶν ἰδίων ἁμαρτημάτων, οὐ χρόνων δεηθέντος τούτου τινῶν πολλῶν, οὐ νηστείας, οὐ χαμευνίας, ἀλλ’ ἤ μόνον ἐπιστροφῆς καί πίστεως ἀδιστάκτου καί ἐκκοπῆς τοῦ κακοῦ καί μετανοίας ἀληθινῆς καί δακρύων πολλῶν, ὡς ἡ πόρνη καί ὁ Πέτρος ὁ κλαύσας πικρῶς.

Ἐντεῦθεν ἡ ἀρχή τοῦ μεγάλου τούτου δώρου καί Θεῷ μόνῳ πρέποντος, ὁ καί μόνος ἐκέκτητο· εἶτα τοῖς μαθηταῖς ἀντ’ ἐκείνου καταλιμπάνει τό τοιοῦτον χάρισμα μέλλων πρός τόν οὐρανόν ἀνελθεῖν. Πῶς δέ τήν ἀξίαν ταύτην καί ἐξουσίαν αὐτοῖς ἐπιδέδωκε; Καταμάθωμεν καί τίνας καί πόσους καί πότε. Τούς προκρίτους ἕνδεκα μαθητάς, κεκλεισμένων τῶν θυρῶν καί συνηγμένων ἔνδον ὁμοῦ. Εἰσελθών γάρ καί στάς ἐν μέσῳ αὐτῶν ἐνεφύσησε καί φησι· «λάβετε Πνεῦμα Ἅγιον, ἄν τινων ἀφῆτε τάς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται», καί οὐδέν περί ἐπιτιμίων τέως αὐτοῖς ἐντέλλεται, ὡς παρά τοῦ Ἁγίου Πνεύματος μέλλοντος διδάσκεσθαι.

Ὡς οὖν εἴρηται, κατά διαδοχήν οἱ ἅγιοι Ἀπόστολοι τήν ἐξουσίαν ταύτην μετέπεμπον πρός τούς καί τούς θρόνους ἐπέχοντας αὐτῶν, ὡς τῶν τε λοιπῶν οὐδείς οὐδέ ἐννοῆσαί τι τοιοῦτον ἐτόλμα.Οὕτως ἐφύλαττον μετά ἀκριβείας οἱ μαθηταί τοῦ Κυρίου τό δίκαιον τῆς ἐξουσίας ταύτης. Ἀλλ’ ὡς εἴπομεν προϊόντος τοῦ χρόνου συνεχύθησαν καί συνεφύρησαν τοῖς ἀναξίοις οἱ ἄξιοι καί ὑπό τοῦ πλήθους συνεκαλύπτοντο, ἄλλος ἄλλου προέχειν φιλονεικῶν καί τήν προεδρίαν τῇ ἀρετῇ ὑποκρινόμενος. Ἀφ’ οὗ γάρ οἱ τούς θρόνους τῶν Ἀποστόλων ἐπέχοντες σαρκικοί καί φιλήδονοι καί φιλόδοξοι ἀπεφάνθησαν καί εἰς αἱρέσεις ἐξέκλιναν, ἐγκατέλιπεν αὐτούς ἡ θεία χάρις, καί ἡ ἐξουσία αὕτη ἐκ τῶν τοιούτων ἀφῄρηται. Διό καί πάντα τά ἄλλα, ἅ οἱ ἱερουργοῦντες ἔχειν ὀφείλουσιν, ἀφέμενοι, τοῦτο μόνον ἀπαιτοῦνται ἔχειν τό ὀρθόδοξον. Οἶμαι δέ οὐδέ τοῦτο· οὐδέ γάρ ὁ μή παρεισφέρων νεωστί δόγμα εἰς τήν ἐκκλησίαν τοῦ Θεοῦ οὗτος ὀρθόδοξος, ἀλλ’ ὁ βίον τῷ ὀρθῷ λόγῳ κεκτημένος συνᾴδοντα. Τοῦτον δέ καί τόν τοιοῦτον οἱ κατά καιρούς πατριάρχαι καί μητροπολῖται ἤ ζητήσαντες οὐκ ἀπέτυχον ἤ εὑρόντες τόν ἀνάξιον μᾶλλον ἀντ’ ἐκείνου προετιμήσαντο, τοῦτο μόνον αὐτόν ἀπαιτοῦντες τό ἐγγράφως ἐκθέσθαι τό τῆς πίστεως σύμβολον, καί τοῦτο μόνον ἀποδεχόμενοι τό μήτε ὑπέρ τοῦ ἀγαθοῦ ζηλωτήν εἶναι μήτε διά τό κακόν τινι ἀντιμάχεσθαι, εἰρήνην ὥσπερ ἐντεῦθεν τῇ ἐκκλησίᾳ περιποιούμενοι, ὅ χεῖρον πάσης ἔχθρας ἐστί καί μεγάλης ἀκαταστασίας αἴτιον. Ἐκ τούτου οὖν οἱ ἱερεῖς ἠχρειώθησαν καί γεγόνασιν ὡς ὁ λαός. Μή ὄντων γάρ τινων ἐξ αὐτῶν ἅλας, ὡς ὁ Κύριος ἔφη, ἵνα διά τῶν ἐλέγχων σφίγγωσι καί ἀναστέλλωσι κἄν ὁπωσοῦν τόν διαρρέοντα βίον, ἀλλά συγγινωσκόντων μᾶλλον καί συγκαλυπτόντων ἀλλήλων τά πάθη ἐγένοντο χείρους μέν αὐτοί τοῦ λαοῦ, χείρων δέ αὐτῶν ὁ λαός. Τινές δέ τοῦ λαοῦ καί κρείττονες ἀπεφάνθησαν μᾶλλον τῶν ἱερέων, ἐν τῷ ἐκείνων ἀφεγγεῖ ζόφῳ ὡς ἄνθρακες οὗτοι φαινόμενοι. Εἰ γάρ ἐκεῖνοι κατά τόν τοῦ Κυρίου λόγον ἔλαμπον τῷ βίῳ ὡς ὁ ἥλιος, οὐκ ἄν ὡρῶντο οἱ ἄνθρακες διαυγάζοντες, ἀλλ’ ὑπό τοῦ τρανοτέρου φωτός ἠμαυρωμένοι ἐδείκνυντο ἄν. Ἐπεί δέ τό πρόσχημα μόνον καί τό τῆς ἱερωσύνης ἔνδυμα ἐν τοῖς ἀνθρώποις ἐναπελείφθη, τῆς τοῦ πνεύματος δωρεᾶς ἐπί τούς μοναχούς μεταβάσης καί διά τῶν σημείων γνωριζομένης ὡς τόν βίον τῶν Ἀποστόλων διά τῶν πράξεων μετερχομένους, κἀκεῖ πάλιν ὁ διάβολος τά οἰκεῖα εἰργάσατο. Ἰδών γάρ αὐτούς ὅτι ὡς νέοι τινες μαθηταί τοῦ Χριστοῦ αὖθις ἀνεδείχθησαν ἐν τῷ κόσμῳ, καί τῷ βίῳ καί τοῖς θαύμασιν ἔλαμψαν, τούς ψευδαδέλφους καί τά ἴδια σκεύη εἰσαγαγών τούτοις ἀνέμιξε καί κατά μικρόν πληθυνθέντες, ὡς ὁρᾷς, ἠχρειώθησαν καί γεγόνασι μοναχοί πάμπαν ἀμόναχοι.

Οὔτε οὖν τοῖς τῷ σχήματι μοναχοῖς οὔτε τοῖς κεχειροτονημένοις καί εἰς ἱερωσύνης ἐγκαταλεγεῖσι βαθμόν οὔτε τοῖς τῷ τῆς ἀρχιερωσύνης τετιμημένοις ἀξιώματι, πατριάρχαις φημί καί μητροπολίταις καί ἐπισκόποις, ἁπλῶς οὕτως καί διά μόνην τήν χειροτονίαν καί τήν ταύτης ἀξίαν τό ἀφιέναι ἁμαρτίας ἀπό Θεοῦ δίδοται - ἄπαγε! - ἱερουργεῖν γάρ μόνον αὐτοῖς συγκεχώρηται, οἶμαι δέ οὐδ’ αὐτό τοῖς πολλοῖς αὐτῶν, ἵνα μή χόρτος ὄντες ἐκεῖθεν κατακαυθήσονται, ἀλλά μόνοις ἐκείνοις, ὅσοις ἐν ἱερεῦσι καί ἀρχιερεῦσι καί μοναχοῖς τό συγκαταριθμεῖσθαί ἐστι τοῖς τῶν μαθητῶν τοῦ Χριστοῦ χοροῖς διά τήν ἁγνότητα.

Πόθεν οὖν αὐτοί τε οἱ τοῖς εἰρημένοις ἐγκαταλεγέντες ἐκεῖνο νοήσωσι καί οἱ αὐτούς ἐκζητοῦντες τούτους ἀκριβῶς ἐπιγνώσονται; Ὅθεν ὁ Κύριος ἐδίδαξεν οὕτως εἰπών· «σημεῖα δέ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μοι δαιμόνια ἐκβάλουσι, γλώσσαις λαλήσουσι καιναῖς - ὅπερ ἐστίν ἡ θεόπνευστος διδασκαλία τοῦ Λόγου καί ὠφέλιμος -, ὄφεις ἀροῦσι, κἄν θανάσιμόν τι πίωσιν, οὐ μή αὐτούς βλάψῃ», καί πάλιν· «ἐκ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς». Ποίων καρπῶν; Ὧν τό πλῆθος ἀπαριθμούμενος ὁ Παῦλος λέγει· «ὁ δέ καρπός τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, πίστις, πρᾳότης, ἐγκράτεια» μεθ’ ὧν εὐσπλαγχνία, φιλαδελφία, ἐλεημοσύνη καί τά τούτοις ἑπόμενα· πρός τούτοις· «λόγος σοφίας, λόγος γνώσεως, χαρίσματα ἰαμάτων καί ἕτερα πλεῖστα, ἅ πάντα ἐνεργεῖ ἕν καί τό αὐτό Πνεῦμα, διαιροῦν ἑκάστῳ καθώς βούλεται». Οἱ γοῦν τούτων ἐν μετοχῇ γεγονότες τῶν χαρισμάτων - ἤ πάντων ἤ ἐκ μέρους κατά τό συμφέρον αὐτοῖς - ἐν τῷ χορῷ τῶν Ἀποστόλων ἐγκατελέγησαν καί οἱ νῦν τοιοῦτοι ἀποτελούμενοι ἐκεῖσε ἐγκαταλέγονται. Διό καί φῶς εἰσιν οὗτοι τοῦ κόσμου, ὡς αὐτός φησιν ὁ Χριστός· «οὐδείς λύχνον ἅψας τίθησιν αὐτόν ὑπό τόν μόδιον ἤ ὑπό κλίνην, ἀλλ’ ἐπί τήν λυχνίαν, ἵνα φαίνῃ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ». Οὐκ ἐκ τούτων δέ μόνων οἱ τοιοῦτοι γνωρίζονται, ἀλλά καί ἀπό τῆς τοῦ βίου αὐτῶν διαγωγῆς· οὕτω γάρ καί οἱ ζητοῦντες αὐτούς καί αὐτοί ἑαυτόν ἕκαστος ἀκριβέστερον ἐπιγνώσονται, οἷον εἰ καθ’ ὁμοιότητα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀνεπαισχύντως, μᾶλλον δέ ὡς μεγίστην δόξαν ἡγήσαντο τήν εὐτέλειαν καί ταπείνωσιν καί ὡς ἐκεῖνος τήν ὑπακοήν ἀνυποκρίτως εἰς τούς ἑαυτῶν πατέρας καί ὁδηγούς, ἔτι γε μήν καί εἰς τούς πνευματικῶς ἐπιτάττοντας ἐπεδείξαντο, εἰ ἀτιμίας καί ὕβρεις καί ὀνειδισμούς καί λοιδορίας ἀπό ψυχῆς ἠγάπησαν καί τούς ἐπιφέροντας αὐτοῖς ταῦτα ὡς ἀγαθῶν μεγάλων προξένους ἀπεδέξαντο καί ἀπό ψυχῆς μετά δακρύων ὑπέρ αὐτῶν ηὔξαντο, εἰ πᾶσαν δόξαν τήν ἐν τῷ κόσμῳ κατέπτυσαν καί σκύβαλα τά ἐν αὐτῷ τερπνά ἡγήσαντο. Καί τί τά πολλά καί προφανῆ λέγων τόν λόγον μηκύνω; Ἐάν πᾶσαν μέν ἀρετήν, ἥν ἐν ταῖς ἱεραῖς ἀκούωσιν ὑπαναγινωσκομένην γραφαῖς, ταύτην ἑαυτόν ἕκαστος τῶν εἰρημένων εὑρίσκει κατωρθωκότα, πᾶσαν δέ πρᾶξιν τῶν ἀγαθῶν ὡσαύτως μετελθόντα καί ἐπί μιᾷ τούτων ἑκάστῃ τήν προκοπήν, τήν ἀλλοίωσιν, τόν βαθμόν ἐπεγνωκότα καί πρός τό ὕψος τῆς θεϊκῆς δόξης αἰρόμενον, τότε καί ἑαυτόν τις γνώτω μέτοχον Θεοῦ καί τῶν αὐτοῦ χαρισμάτων γεγονότα καί ὑπό τῶν καλῶς ὁρώντων ἤ καί ὑπ’ αὐτῶν τῶν ἀμβυωπούντων γνωσθήσεται. Καί οὕτως οἱ τοιοῦτοι εἴποιεν ἄν τοῖς πᾶσιν ἐν παρρησίᾳ· «ὑπέρ Χριστοῦ πρεσβεύομεν ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι’ ἡμῶν· καταλλάγητε τῷ Θεῷ». Πάντες γάρ οἱ τοιοῦτοι τάς ἐντολάς τοῦ Θεοῦ ἐφύλαξαν μέχρι θανάτου, ἐπώλησαν τά ὑπάρχοντα αὐτῶν καί διένειμαν τοῖς πτωχοῖς, ἠκολούθησαν τῷ Χριστῷ διά τῆς τῶν πειρασμῶν ὑπομονῆς, ἀπώλεσαν τάς ἑαυτῶν ψυχάς ἕνεκεν τῆς ἀγάπης τοῦ Θεοῦ ἐν τῷ κόσμῳ καί εὗρον αὐτάς εἰς ζωήν αἰώνιον. Εὑρόντες δέ τάς ἑαυτῶν ψυχάς, ἐν φωτί νοητῷ εὗρον αὐτάς καί οὕτως ἐν τῷ φωτί τούτῳ εἶδον τό ἀπρόσιτον φῶς, αὐτόν τόν Θεόν, κατά τό γεγραμμένον· «ἐν τῷ φωτί σου ὀψόμεθα φῶς». Πῶς οὖν ἔστιν εὑρεῖν τινα ἥν ἔχει ψυχήν, πρόσεχε! Ἡ ἑκάστου ψυχή ἐστίν ἡ δραχμή ἥν ἀπώλεσεν οὐχ ὁ Θεός ἀλλ’ ἡμῶν ἕκαστος ἐν τῷ σκότει τῆς ἁμαρτίας βυθίσας ἑαυτόν. Ὁ δέ Χριστός, τό ὄντως φῶς, ἐλθών καί τούς ζητοῦντας αὐτόν συναντῶν, ὡς οἶδε μόνος αὐτός, ἰδεῖν ἑαυτόν αὐτοῖς ἐχαρίσατο. Τοῦτό ἐστιν εὑρεῖν τήν ψυχήν αὐτοῦ τό ἰδεῖν τόν Θεόν καί ἐν τῷ ἐκείνου φωτί αὐτόν γενέσθαι ἁπάσης κτίσεως τῆς ὁρωμένης ἀνώτερον καί τόν Θεόν σχεῖν ποιμένα καί διδάσκαλον, παρ’ οὗ καί τό δεσμεῖν καί λύειν, εἰ βούλει, γνώσεται, καί γνούς ἀκριβῶς προσκυνήσει τόν δεδωκότα καί τοῖς χρῄζουσι μεταδώσει.

Τοῖς τοιούτοις οἶδα, τέκνον, δίδοσθαι τοῦ δεσμεῖν καί λύειν <τήν ἐξουσίαν> ἀπό Θεοῦ Πατρός καί Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διά τοῦ Ἁγίου Πνεύματος, τοῖς θέσει οὖσιν καί ἁγίοις δούλοις αὐτοῦ. Τοιούτῳ καί αὐτός ἐγώ ἐμαθήτευσα πατρί χειροτονίαν ἐξ ἀνθρώπων μή ἔχοντι, ἀλλά χειρί με Θεοῦ εἴτ’ οὖν πνεύματι εἰς μαθητείαν ἐγκαταλέξαντι κάι τήν ἐξ ἀνθρώπων χειροτονίαν διά τόν παρακολουθήσαντα τύπον καλῶς λαβεῖν με κελεύσαντι, πάλαι ὑπό τοῦ Ἁγίου Πνεύματος ἐπί τοῦτο σφοδρῷ πόθῳ κινούμενον.

Τοιγαροῦν γενέσθαι πρῶτον τοιοῦτοι εὐξώμεθα, ἀδελφοί καί πατέρες, καί οὕτως τοῖς ἄλλοις περί παθῶν ἀπαλλαγῆς καί ἀναδοχῆς λογισμῶν ὁμιλήσωμεν καί τοιοῦτον πνευματικόν ζητήσωμεν. Μᾶλλον μέν οὖν τοιούτους ἐμπόνως ζητήσωμεν ἄνδρας, τούς ὄντας μαθητάς τοῦ Χριστοῦ καί μετά πόνου καρδίας καί δακρύων πολλῶν ἐπί ῥητάς ἡμέρας ἱκετεύσωμεν τόν Θεόν, ἵνα ἀποκαλύψῃ τούς ὀφθαλμούς τῶν καρδιῶν ἡμῶν πρός τό ἐπιγνῶναι, εἴ που καί τοιοῦτός τις ἐν τῇ πονηρᾷ ταύτῃ γενεᾷ ὤν εὑρεθήσεται, ὅπως εὑρόντες αὐτόν ἄφεσιν λάβωμεν δι’ αὐτοῦ τῶν ἁμαρτιῶν ἡμῶν, τοῖς προστάγμασιν αὐτοῦ καί ταῖς ἐντολαῖς ὅλῃ ψυχῇ ὑπακούοντες, καθάπερ ἐκεῖνος, ἀκούσας τάς τοῦ Χριστοῦ, γέγονε μέτοχος τῆς χάριτος καί τῶν δωρεῶν αὐτοῦ, καί τήν ἐξουσίαν τοῦ δεσμεῖν καί λύειν τά ἁμαρτήματα παρ’ αὐτοῦ ἔλαβε τῷ Ἁγίῳ Πνεύματι πυρωθείς, ᾧ πρέπει πᾶσα δόξα, τιμή κάι προσκύνησις σύν τῷ Πατρί καί τῷ μονογενεῖ Υἱῷ εἰς τούς αἰῶνας. Ἀμήν.



Ἑπόμενο: ΕΠΙΣΤΟΛΗ Β'. Πρός Στέφανον Νικομηδείας
Προηγούμενο: ΕΠΙΣΤΟΛΕΣ.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος