Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΕΠΙΣΤΟΛΗ Γ'. Ἑτέρα πρός Στέφανον Νικομηδείας.
Προηγούμενο: ΕΠΙΣΤΟΛΗ Α'. Περί ἐξομολογήσεως.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΕΠΙΣΤΟΛΗ Β'. Πρός Στέφανον Νικομηδείας

Τῷ πανιέρῳ καί ἁγίῳ δεσπότῃ μου, τῷ ἐνδοξοτάτῳ συγκέλλῳ, ὁ διά σοῦ ἐξόριστος καί δεδιωγμένος Συμεών ὁ σός. Ἰδού, πανίερε δέσποτα, τῶν κατά Θεόν σου ἀγώνων καί λόγων τά σπέρματα οἶα πεποιήκασι τά γεώργια, οἴαν μοι δόξαν καί χαράν προεξένησαν, ὅσων μοι στεφάνων γεγόνασιν αἴτια, ὅσης με τῆς εὐφροσύνης ἐνέπλησαν εἰς ὕψος τε πνευματικῆς ἀνήγαγον γνώσεως καί ἐπί πέτραν τούς πόδας μου τοῦ νοός καλῶς προσερείσαντο καί αὐτήν με τήν πέτραν ἐνδύσασθαι παρεσκευάσαν, ἐξ ἧς ἔχω τό ὕδωρ τό ζῶν ἐνυποστάτως βλύζον ἐν ἐμοί, κινούμενον καί λαλοῦν καί γράφειν μέν πρός σέ προτρεπόμενον, πάσης τε θυμηδίας ἐμπιπλῶν καί μή ἐῶν ὅλως με τῶν θανατηφόρων πειρασμῶν ἐπαισθάνεσθαι, ἀλλ’ ὡς τούς τρεῖς παῖδας ἀφλέκτους ἐν τῇ καμίνῳ ἐφύλαξεν, οὕτω κἀμέ, ὡς ἐν σκηνῇ αὐτοῦ κρύπτον, ἄλυπον διατηρεῖ καί ἀπήμαντον. Ὑπέρ ὧν καί εὐχαριστῶ σοι, εὐχαριστῶν τε καί προσευχόμενος οὐδέποτε παύσομαι, Λοιπόν εἴ τινα καί ἕτερα ἔχεις εἰς προσθήκην εὐφροσύνης καί δόξης τῶν ἀγαπώντων σε, μή ἀποκνήσῃς ποιήσασθαι, ὅπως ὁ μισθός σοι πολλαπλασιασθῇ καί ἡ ἀντάμειψις παρά Θεοῦ τοῦ ταῦτα νομοθετήσαντος δαψιλεστέρα σοι γένηται, Ἔρρωσο.



Ἑπόμενο: ΕΠΙΣΤΟΛΗ Γ'. Ἑτέρα πρός Στέφανον Νικομηδείας.
Προηγούμενο: ΕΠΙΣΤΟΛΗ Α'. Περί ἐξομολογήσεως.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος