Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΕΠΙΣΤΟΛΗ Δ'. Πρός Νικήτα Σταθᾶτον.
Προηγούμενο: ΕΠΙΣΤΟΛΗ Β'. Πρός Στέφανον Νικομηδείας
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΕΠΙΣΤΟΛΗ Γ'. Ἑτέρα πρός Στέφανον Νικομηδείας.

Καλούς μοι στεφάνους ὁ καλός Στέφανος καί δεσπότης μου ἐπί τοῖς ἐμοῖς στεφάνοις πάλιν προσέθετο. Ἀλλά τί σοι ἀνταποδώσομεν ὑπέρ ὧν ἡμᾶς τούς ταπεινούς ἀγαθῇ κινούμενος διαθέσει πεποίηκας καί ποιεῖς καί οἶδ’ ὅτι πάλιν ποιήσεις, εὐεργετῶν καθ’ ἑκάστην ἡμᾶς ἐπί χρόνοις ἤδη ἑπτά; Τί οὖν σοι ἀπολογησόμεθα τῷ περί τά τοιαῦτα σπουδαίῳ καί φιλοτιμότερον εἰδότι δεξιοῦσθαι τοῖς γλυκέσι σου φαρμάκοις τούς φίλους; Ἀλλά δεόμεθά σου μή στῇς τῆς προθέσεως, μή καταπαύσῃς ἀπό τῶν ἔργων σου· πρόσθες εἰ δοκεῖ τούτοις τά ἔτι γλυκυτέρους τῇ ἐπιτάσει ποιοῦντα τούς πόνους μοι. Ηὔξησάς μοι τό φῶς, τήν χαράν, τήν ἡδύτητα, ἅ καί αὐξήσαις ἔτι πάντως καί ἔτι ποιῶν τά οἰκεῖα καί τῷ φιλουμένῳ τάχιον ἑνώσαις ἡμᾶς Θεῷ, ὑπέρ οὗ φέρω πάντα προθύμως καί δι’ ὄν ὁρᾷς τήν ἅλυσιν ταύτην παρά σοῦ τῆς ἐξορίας περίκειμαι. Ἔρρωσο. Τῷ πανιέρῳ καί ἁγίῳ δεσπότῃ μου, ὁ διά σοῦ ἐξόριστος καί τῶν προσόντων γυμνός γεγονώς Συμεών ὁ σός.



Ἑπόμενο: ΕΠΙΣΤΟΛΗ Δ'. Πρός Νικήτα Σταθᾶτον.
Προηγούμενο: ΕΠΙΣΤΟΛΗ Β'. Πρός Στέφανον Νικομηδείας
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος