Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: -
Προηγούμενο: ΕΠΙΣΤΟΛΗ Γ'. Ἑτέρα πρός Στέφανον Νικομηδείας.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΕΠΙΣΤΟΛΗ Δ'. Πρός Νικήτα Σταθᾶτον.

Τό πιττάκιόν σου, πνευματικόν ἡμῶν τέκνον, ἐδεξάμεθα μέν, οὐκ ἀπεδεξάμεθα δέ, ἀλλά καί πολλῆς σου τῆς εὐηθείας κατέγνωμεν, ὅτι δή καί τοιαῦτα ὅλως ἐλογίσω περί ἡμῶν, ὡς δόλῳ ποτέ τινι ἤ περιεργίᾳ πρός τό λυπῆσαί με τό χαρτίον σύ ἀπεκράτησας, ἐνεθυμήθην τοῦτο ἤ ἐλογισάμην ἐγώ. Ποῖος γάρ ἐν τούτῳ δόλος ἤ ποία θλῖψίς μοι προσγενήσεταί ποτε, εἰ καί φαίνομαι περί πολλοῦ ταῦτα ποιούμενος; Ἀλλ’ ὅτι πάντως ἠγνόουν σε τοῦτο ἔχειν, καί ὑπέλαβον ἐκ καταφρονήσεως τοῦ ὑπουργοῦντός μοι ἴσως τοῦτο ἀπολεσθῆναι ἤ κατά τήν ὁδόν ἤ καί ἄλλως πως, καί εἰς τοῦτο ἐλυπήθην, ἐπεί εἰς σέ, ὅν ὡς ἐμαυτόν ἔχειν ἅπαξ καθωμολόγησα, καί πάντα τά ἐμά σοι ἐθάρρησα, καί διά σοῦ καί πᾶσιν ἄλλοις ἐλπίζων φανερά φανήσεσθαι, καθώς ὁ Χριστός τοῖς ἑαυτοῦ μαθηταῖς ἔλεγεν «ἅ εἰς τό οὖς ἀκούσατε, κηρύξατε ἐπί τῶν δωμάτων» ποίαν ὑπόληψιν πονηράν κατά σοῦ εἶχον ἀναλαβέσθαι; Ἐγώ γάρ διά τοῦτό σε καί παρακαλῶ ἐν τετραδίοις μεταγράψαι αὐτά, ἵνα τά σχέδη πάντα σοι καταλείψω. Καί πῶς με τοιαῦτα λογίζεσθαι ὑπέλαβες κατά σοῦ; Ὅμως ὁ Θεός συγχωρήσει σοι τήν ἁμαρτίαν ταύτην, ὅτι ἔξω τῆς ἀγάπης ἡμᾶς εἶναι ἔκρινας τῆς πάντα ὑπομενούσης καί μηδέποτε ἐκπιπτούσης, ἐάν μή τις ἑκουσίως ταύτης ἀποσπασθῇ· ἐκείνη δέ μένει ἄτμητος, ἀδιαίρετος, πάντας τούς βουλομένους ἐπιστρέφειν καί πάλιν κολλᾶσθαι αὐτῇ εὐμενῶς προσδεχομένη καί γνησίως προσκολλωμένη, πολλάκις δέ καί τούς μή βουλομένους ἑλκύουσα καί προσκαλουμένη πρός ἑαυτήν, ᾗ καί σέ, τέκνον, εὔχομαι κολληθῆναι καί ἑνωθῆναι, ἵνα δύνασαι μή λογίζεσθαι τό κακόν ἤ τό ὄν ἤ καί τό μηδόλως ὄν, ἀλλά μένειν σε διηνεκῶς ἐν παντί καί ἐν πᾶσι πρός ἡμᾶς καί πρός πάντας ἀσκανδάλιστον. Ἀμήν.



Ἑπόμενο: -
Προηγούμενο: ΕΠΙΣΤΟΛΗ Γ'. Ἑτέρα πρός Στέφανον Νικομηδείας.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος